top line
logo

Κυριακή 5 Ἰουλίου - Δ΄ Ματθαίου

ΑΠΟΣΤΟΛΟΣ (Γαλ.  ε΄ 22 – στ΄ 2)

Αδελφοί, ὁ καρπὸς τοῦ Πνεύματός ἐστιν ἀγάπη, χαρά, εἰρήνη, μακροθυμία, χρηστότης, ἀγαθωσύνη, πίστις, πρᾳότης, ἐγκράτεια· κατὰ τῶν τοιούτων οὐκ ἔστι νόμος. Οἱ δὲ τοῦ Χριστοῦ τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις. Εἰ ζῶμεν πνεύματι, πνεύματι καὶ στοιχῶμεν. Μὴ γινώμεθα κενόδοξοι, ἀλλήλους προκαλούμενοι, ἀλλήλοις φθονοῦντες. Ἀδελφοί, ἐὰν καὶ προληφθῇ ἄνθρωπος ἔν τινι παραπτώματι, ὑμεῖς οἱ πνευματικοὶ καταρτίζετε τὸν τοιοῦτον ἐν πνεύματι πρᾳότητος σκοπῶν σεαυτόν, μὴ καὶ σὺ πειρασθῇς. Ἀλλήλων τὰ βάρη βαστάζετε, καὶ οὕτως ἀναπληρώσατε τὸν νόμον τοῦ Χριστοῦ.

Μετάφραση

Αδελφοί, ὁ καρπός τοῦ Ἁγίου Πνεύματος εἶναι ἡ ἀγάπη, ἡ χαρά, ἡ εἰρήνη, ἡ μακροθυμία, ἡ καλοσύνη, ἡ ἀγαθότητα, ἡ πίστη, ἡ πραότητα, ἡ ἐγκράτεια. Τίποτε ἀπ’ αὐτά δέν καταδικάζει ὁ νόμος. Ἂλλωστε ὃσοι εἶναι τοῦ Χριστοῦ ἒχουν σταυρώσει τόν ἁμαρτωλό ἑαυτό τους μαζί μέ τά πάθη καί τίς ἐπιθυμίες του. Ἀφοῦ, λοιπόν, ζοῦμε μέ τή δύναμη τοῦ Πνεύματος, πρέπει νά ἀκολουθοῦμε τό Πνεῦμα. Ἂς μη γινόμαστε ματαιόδοξοι, ἂς μην προκαλοῦμε κί ἂς μη φθονοῦμε ὁ ἓνας τόν ἂλλο. Ἂν κάποιος, ἀδελφοί μου, βρεθεῖ νά κάνει κάποιο παράπτωμα, ἐσεῖς πού ἒχετε τό Πνεῦμα τοῦ Θεοῦ νά τόν διορθώνεται μέ πραότητα. Προσέχετε μόνο νά μην παρασυρθεῖτε κί ἐσεῖς ἀπό τόν πειρασμό. Νά σηκώνετε ὁ ἓνας τό φορτίο τοῦ ἂλλου, κι ἒτσι θά ἐφαρμόσετε πλήρως τόν νόμο τοῦ Χριστοῦ.

ΕΥΑΓΓΕΛΙΟ (Ματθ. η΄ 5-13)

Τῷ καιρῷ ἐκείνῳ, εἰσελθόντι τῷ Ἰησοῦ εἰς Καπερναοὺμ προσῆλθεν αὐτῷ ἑκατόνταρχος παρακαλῶν αὐτὸν καὶ λέγων· Κύριε, ὁ παῖς μου βέβληται ἐν τῇ οἰκίᾳ παραλυτικός, δεινῶς βασανιζόμενος. Καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς· Ἐγὼ ἐλθὼν θεραπεύσω αὐτόν. Καὶ ἀποκριθεὶς ὁ ἑκατόνταρχος ἔφη· Κύριε, οὐκ εἰμὶ ἱκανὸς ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς· ἀλλὰ μόνον εἰπὲ λόγῳ, καὶ ἰαθήσεται ὁ παῖς μου. Καὶ γὰρ ἐγὼ ἄνθρωπός εἰμι ὑπὸ ἐξουσίαν, ἔχων ὑπ' ἐμαυτὸν στρατιώτας, καὶ λέγω τούτῳ, πορεύθητι, καὶ πορεύεται, καὶ ἄλλῳ, ἔρχου, καὶ ἔρχεται, καὶ τῷ δούλῳ μου, ποίησον τοῦτο, καὶ ποιεῖ. Ἀκούσας δὲ ὁ Ἰησοῦς ἐθαύμασε καὶ εἶπε τοῖς ἀκολουθοῦσιν· Ἀμὴν λέγω ὑμῖν, οὐδὲ ἐν τῷ Ἰσραὴλ τοσαύτην πίστιν εὗρον. Λέγω δὲ ὑμῖν ὅτι πολλοὶ ἀπὸ ἀνατολῶν καὶ δυσμῶν ἥξουσιν καὶ ἀνακλιθήσονται μετὰ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, οἱ δὲ υἱοὶ τῆς βασιλείας ἐκβληθήσονται εἰς τὸ σκότος τὸ ἐξώτερον· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. Καὶ εἶπεν ὁ Ἰησοῦς τῷ ἑκατοντάρχῷ· Ὕπαγε, καὶ ὡς ἐπίστευσας γενηθήτω σοι. Καὶ ἰάθη ὁ παῖς αὐτοῦ ἐν τῇ ὥρᾳ ἐκείνῃ.

Μετάφραση

Εκεῖνο τόν καιρό, μόλις μπῆκε ὁ Ἰησοῦς στήν Καπερνα-ούμ, τόν πλησίασε ἕνας ἑκατόνταρχος καί τόν παρακαλοῦσε μ΄ αὐτά τά λόγια: «Κύριε, ὁ δοῦλος μου εἶναι κατάκοιτος στό σπίτι, παράλυτος, καί ὑποφέρει φοβερά». Ὁ Ἰησοῦς τοῦ λέει: «Ἐγώ θά ἔρθω καί θά τόν θεραπεύσω». Ὁ ἑκατόνταρχος τοῦ ἀποκρίθηκε: «Κύριε, δέν εἶμαι ἄξιος νά σέ δεχτῶ στό σπίτι μου· πές ὅμως ἕνα λόγο, καί θά γιατρευτεῖ ὁ δοῦλος μου. Εἶμαι κι ἐγώ ἄνθρωπος κάτω ἀπό ἐξουσία, καί ἔχω στρατιῶτες στή διοίκησή μου· λέω στόν ἕνα «Πήγαινε» καί πηγαίνει, καί στόν ἄλλο «ἔλα» καί ἔρχεται, καί στό δοῦλο μου «κάνε αὐτό» καί τό κάνει». Ὅταν τόν ἄκουσε ὁ Ἰησοῦς, θαύμασε καί εἶπε σ΄ ὅσους τόν ἀκολουθοῦσαν: «Σᾶς βεβαιώνω πώς τόση πίστη οὔτε ἀνάμεσα στούς Ἰσραηλίτες δέ βρῆκα. Καί σᾶς λέω, πώς θά ΄ρθουν πολλοί ἀπό ἀνατολή καί δύση καί θά καθίσουν μαζί μέ τόν Ἀβραάμ, τό Ἰσαάκ καί τόν Ἰακώβ στό τραπέζι τῆς βασιλείας τῶν οὐρανῶν, ἐνῶ οἱ κληρονόμοι τῆς βασιλείας θά πεταχτοῦν ἔξω στό σκοτάδι· ἐκεῖ θά κλαῖνε, καί θά τρίζουν τά δόντια τους». Ὕστερα εἶπε στόν ἑκατόνταρχο ὁ Ἰησοῦς:  «Πήγαινε, κι ἄς γίνει αὐτό πού πίστεψες». Καί γιατρεύτηκε ὁ δοῦλος ἐκείνη τήν ὥρα.



| |

Ακολουθήστε μας στα social media