Skip to main content

Κυριακή 7 Ἰουλίου - Γ΄ Ματθαίου - Κυριακῆς Μεγαλομάρτυρος

05 Ιουλ 2024 11:56

ΑΠΟΣΤΟΛΟΣ (Γαλ. γ΄ 23-29, δ΄ 1-5)

Αδελφοί, πρὸ τοῦ ἐλθεῖν τὴν πίστιν ὑπὸ νόμον ἐφρουρούμεθα συγκλεκλεισμένοι εἰς τὴν μέλλουσαν πίστιν ἀποκαλυφθῆναι. Ὣστε ὁ νόμος παιδαγωγὸς ἡμῶν γέγονεν εἰς Χριστόν, ἵνα ἐκ πίστεως δικαιωθῶμεν· ἐλθούσης δὲ τῆς πίστεως οὐκέτι ὑπὸ παιδαγωγόν ἐσμεν. Πάντες γὰρ υἱοὶ Θεοῦ ἐστε διὰ τῆς πίστεως ἐν Χριστῷ Ἰησοῦ· ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε. Οὐκ ἔνι Ἰουδαῖος οὐδὲ Ἕλλην, οὐκ ἔνι δοῦλος οὐδὲ ἐλεύθερος, οὐκ ἔνι ἄρσεν καὶ θῆλυ· πάντες γὰρ ὑμεῖς εἷς ἐστε ἐν Χριστῷ Ἰησοῦ. Εἰ δὲ ὑμεῖς Χριστοῦ, ἄρα τοῦ Ἀβραὰμ σπέρμα ἐστὲ καὶ κατ' ἐπαγγελίαν κληρονόμοι. Λέγω δέ, ἐφ' ὅσον χρόνον ὁ κληρονόμος νήπιός ἐστιν, οὐδὲν διαφέρει δούλου, κύριος πάντων ὤν, ἀλλὰ ὑπὸ ἐπιτρόπους ἐστὶ καὶ οἰκονόμους ἄχρι τῆς προθεσμίας τοῦ πατρός. Οὕτω καὶ ἡμεῖς, ὅτε ἦμεν νήπιοι, ὑπὸ τὰ στοιχεῖα τοῦ κόσμου ἦμεν δεδουλωμένοι· ὅτε δὲ ἦλθε τὸ πλήρωμα τοῦ χρόνου, ἐξαπέστειλεν ὁ Θεὸς τὸν υἱὸν αὐτοῦ, γενόμενον ἐκ γυναικός, γενόμενον ὑπὸ νόμον, ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ, ἵνα τὴν υἱοθεσίαν ἀπολάβωμεν.

Μετάφραση

Αδελφοί, πρίν ἔρθει ὁ Χριστός, μᾶς φρουροῦσε ὁ νόμος. Ἤμασταν φυλακισμένοι, ὥσπου νά φανερωθεῖ ὁ μελλοντικός σωτήρας μας. Ὁ νόμος, λοιπόν, ἦταν  σκληρός παιδονόμος γιά μᾶς, ὥσπου ἐμφανίστηκε ὁ Χριστός, ὅποτε ἡ πίστη μας σ΄ αὐτόν μᾶς χάρισε τή σωτηρία. Τώρα ὅμως πού ἦρθε ὁ Χριστός, δέν εἴμαστε πιά ὑπόδουλοι στό νόμο. Εἶστε, λοιπόν, ὅλοι παιδιά τοῦ Θεοῦ, ἀφοῦ πιστεύετε στόν Ἰησοῦ Χριστό. Κι αὐτό, γιατί ὅσοι βαφτιστήκατε στό ὄνομα τοῦ Χριστοῦ, ἔχετε ντυθεῖ τό Χριστό. Δέν ὑπάρχει πιά Ἰουδαῖος καί εἰδωλολάτρης, δέν ὑπάρχει δοῦλος καί ἐλεύθερος, δέν ὑπάρχει ἄντρας καί γυναίκα· ὅλοι σας εἶστε ἕνας, χάρη στόν Ἰησοῦ Χριστό. Κι ἀφοῦ ἀνήκετε στό Χριστό, εἶστε ἀπόγονοι τοῦ Ἀβραάμ καί κληρονόμοι τῆς ζωῆς, ὅπως τήν ὑποσχέθηκε ὁ Θεός. Νά τί θέλω νά πῶ: Ὅσον καιρό ὁ κληρονόμος εἶναι ἀνήλικος, δέ διαφέρει σέ τίποτε ἀπό ἕνα δοῦλο. Εἶναι βέβαια ἰδιοκτήτης τῶν πά-ντων, ἐξαρτᾶται ὅμως ἀπό ἐπιτρόπους καί διαχειριστές, ὡς τήν προθεσμία πού καθόρισε ὁ πατέρας. Ἔτσι κι ἐμεῖς, ὅταν ἤμασταν ἀνήλικοι, ἤμασταν ὑπόδουλοι στά στοιχεῖα τοῦ κόσμου. Ὅταν ὅμως ἔφτασε ἡ ὥρα πού εἶχε καθορίσει ὁ Θεός, ἀπέστειλε τόν Υἱό του. Γεννήθηκε ἀπό μιά γυναίκα καί ὑποτάχτηκε στό νόμο, γιά νά ἐξαγοράσει αὐτούς πού ἦταν ὑπόδουλοι στό νόμο, γιά νά γίνουμε παιδιά τοῦ Θεοῦ.

ΕΥΑΓΓΕΛΙΟ (Ματθ. δ΄, 18-23)

Τῷ καιρῷ ἐκείνῳ, περιπατῶν ὁ Ἰησοῦς παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας εἶδεν δύο ἀδελφούς, Σίμωνα τὸν λεγόμενον Πέτρον καὶ Ἀνδρέαν τὸν ἀδελφὸν αὐτοῦ, βάλλοντας ἀμφίβληστρον εἰς τὴν θάλασσαν· ἦσαν γὰρ ἁλιεῖς· καὶ λέγει αὐτοῖς· Δεῦτε ὀπίσω μου, καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων. Οἱ δὲ εὐθέως ἀφέντες τὰ δίκτυα ἠκολούθησαν αὐτῷ. Καὶ προβὰς ἐκεῖθεν εἶδεν ἄλλους δύο ἀδελφούς, Ἰάκωβον τὸν τοῦ Ζεβεδαίου καὶ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ, ἐν τῷ πλοίῳ μετὰ Ζεβεδαίου τοῦ πατρὸς αὐτῶν καταρτίζοντας τὰ δίκτυα αὐτῶν, καὶ ἐκάλεσεν αὐτούς. Οἱ δὲ εὐθέως ἀφέντες τὸ πλοῖον καὶ τὸν πατέρα αὐτῶν ἠκολούθησαν αὐτῷ. Καὶ περιῆγεν ὅλην τὴν Γαλιλαίαν ὁ Ἰησοῦς, διδάσκων ἐν ταῖς συναγωγαῖς αὐτῶν καὶ κηρύσσων τὸ εὐαγγέλιον τῆς βασιλείας καὶ θεραπεύων πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν ἐν τῷ λαῷ.

Μετάφραση

Εκεῖνο τόν καιρό, καθώς ὁ Ἰησοῦς περπατοῦσε στήν ὄχθη τῆς λίμνης τῆς Γαλιλαίας, εἶδε δύο ἀδέρφια, τό Σίμωνα, πού τόν ἔλεγαν καί Πέτρο, καί τόν ἀδερφό του τόν Ἀνδρέα, νά ρίχνουν τά δίχτυα στή λίμνη, γιατί ἦταν ψαράδες. «Ἀκολουθῆστε με», τούς λέει, «καί θά σᾶς κάνω ψαράδες ἀνθρώπων». Κι αὐτοί ἀμέσως ἄφησαν τά δίχτυα καί τόν ἀκολούθησαν. Προχωρώντας πιό πέρα ἀπό κεῖ, εἶδε δύο ἄλλους ἀδελφούς, τόν Ἰάκωβο, γιό τοῦ Ζεβεδαίου, καί τόν ἀδερφό του τόν Ἰωάννη. Βρίσκονταν στό ψαροκάικο μαζί μέ τόν πατέρα τους τό Ζεβεδαῖο καί τακτοποιοῦσαν τά δίχτυά τους. Τούς κάλεσε, κι αὐτοί ἄφησαν ἀμέσως τό καΐκι καί τόν πατέρα τους καί τόν ἀκολούθησαν. Ὁ Ἰησοῦς περιόδευε ὅλη τή Γαλιλαία. Δίδασκε στίς συναγωγές τους, κήρυττε τό χαρμόσυνο μήνυμα γιά τόν ἐρχομό τῆς βασιλείας τοῦ Θεοῦ, καί γιάτρευε τούς ἀνθρώπους ἀπό κάθε ἀσθένεια καί κάθε ἀδυναμία.


Διαβάστε επίσης