Skip to main content

Κυριακή 1 Νοεμβρίου - Ε΄ Λουκά, Κοσμᾶ καί Δαμιανοῦ τῶν Ἀναργύρων, Δαυίδ τοῦ ἐν Εὐβοία ὁσίου

30 Οκτ 2026 18:38

Ἀπόστολος (Α΄ Κορ. ιβ΄ 27 – ιγ΄ 8)

Ἀδελφοί,  ὑμεῖς δέ ἐστε σῶμα Χριστοῦ καὶ μέλη ἐκ μέρους. Καὶ οὓς μὲν ἔθετο ὁ Θεὸς ἐν τῇ ἐκκλησίᾳ πρῶτον ἀποστόλους, δεύτερον προφήτας, τρίτον διδασκάλους, ἔπειτα δυνάμεις, εἶτα χαρίσματα ἰαμάτων, ἀντιλήψεις, κυβερνήσεις, γένη γλωσσῶν. Μὴ πάντες ἀπόστολοι; Μὴ πάντες προφῆται; Μὴ πάντες διδάσκαλοι; μὴ πάντες δυνάμεις; Μὴ πάντες χαρίσματα ἔχουσιν ἰαμάτων; Μὴ πάντες γλώσσαις λαλοῦσι; Μὴ πάντες διερμηνεύουσι; Ζηλοῦτε δὲ τὰ χαρίσματα τὰ κρείττονα. Καὶ ἔτι καθ᾿ ὑπερβολὴν ὁδὸν ὑμῖν δείκνυμι. Ἐὰν ταῖς γλώσσαις τῶν ἀνθρώπων λαλῶ καὶ τῶν ἀγγέλων, ἀγάπην δὲ μὴ ἔχω, γέγονα χαλκὸς ἠχῶν ἢ κύμβαλον ἀλαλάζον. Καὶ ἐὰν ἔχω προφητείαν καὶ εἰδῶ τὰ μυστήρια πάντα καὶ πᾶσαν τὴν γνῶσιν, καὶ ἐὰν ἔχω πᾶσαν τὴν πίστιν, ὥστε ὄρη μεθιστάνειν, ἀγάπην δὲ μὴ ἔχω, οὐδέν εἰμι. Καὶ ἐὰν ψωμίσω πάντα τὰ ὑπάρχοντά μου, καὶ ἐὰν παραδῶ τὸ σῶμά μου ἵνα καυθήσωμαι, ἀγάπην δὲ μὴ ἔχω, οὐδὲν ὠφελοῦμαι. Ἡ ἀγάπη μακροθυμεῖ, χρηστεύεται, ἡ ἀγάπη οὐ ζηλοῖ, ἡ ἀγάπη οὐ περπερεύεται, οὐ φυσιοῦται, οὐκ ἀσχημονεῖ, οὐ ζητεῖ τὰ ἑαυτῆς, οὐ παροξύνεται, οὐ λογίζεται τὸ κακόν, οὐ χαίρει ἐπὶ τῇ ἀδικίᾳ, συγχαίρει δὲ τῇ ἀληθείᾳ· πάντα στέγει, πάντα πιστεύει, πάντα ἐλπίζει, πάντα ὑπομένει. Ἡ ἀγάπη οὐδέποτε ἐκπίπτει.

Μετάφραση

Ἀδελφοί, σεῖς εἶσθε σῶμα τοῦ Χριστοῦ, καὶ ὁ καθένας εἶναι μέλος τοῦ σώματος. Καὶ ὁ Θεὸς ἐτοποθέτησε εἰς τὴν ἐκκλησίαν πρῶτον ἀποστόλους, δεύτερον προφήτας, τρίτον διδασκάλους, ἔπειτα ἔρχονται αἱ θαυματουργικαὶ δυνάμεις, ἔπειτα τὰ θεραπευτικὰ χαρίσματα, παροχαὶ βοηθείας, διοικητικαὶ ἱκανότητες, διάφορα εἴδη γλωσσολαλιῶν. Μήπως εἶναι ὅλοι ἀπόστολοι; Μήπως εἶναι ὅλοι προφῆται; Μήπως εἶναι ὅλοι διδάσκαλοι; Μήπως ὅλοι ἔχουν θαυματουργικὰς δυνάμεις; Μήπως ὅλοι ἔχουν θεραπευτικὰ χαρίσματα; Μήπως ὅλοι ἔχουν τὴν γλωσσολαλιά; Μήπως ὅλοι διερμηνεύουν; Νὰ ἔχετε δὲ ζῆλον πρὸς τὰ χαρίσματα τὰ ἀνώτερα. Καὶ τώρα θὰ σᾶς δείξω ἕνα ὑπέροχον δρόμον. Ἐὰν μιλῶ τὰς γλώσσας τῶν ἀνθρώπων καὶ τῶν ἀγγέλων, ἀλλὰ δὲν ἔχω ἀγάπην, ἔγινα χαλκὸς ποὺ δίνει ἤχους ἢ κύμβαλον ποὺ βγάζει κρότους. Καὶ ἐὰν ἔχω χάρισμα προφητείας καὶ γνωρίζω ὅλα τὰ μυστήρια καὶ ὅλην τὴν γνῶσιν, καὶ ἐὰν ἔχω ὅλην τὴν πίστιν, ὥστε νὰ μεταθέτω βουνά, ἀλλὰ δὲν ἔχω ἀγάπην, δὲν εἶμαι τίποτε. Καὶ ἐὰν μοιράσω σὲ ἐλεημοσύνες ὅλην μου τὴν περιουσίαν, καὶ ἐὰν παραδώσω τὸ σῶμά μου διὰ νὰ καῇ, ἀλλὰ δὲν ἔχω ἀγάπην, καμμίαν ὠφέλειαν δὲν ἔχω. Ἡ ἀγάπη εἶναι μακρόθυμη, εἶναι γεμάτη ἀπὸ εὐμένειαν, ἡ ἀγάπη δὲν εἶναι ζηλότυπη, ἡ ἀγάπη δὲν καυχᾶται, δὲν εἶναι ὑπερήφανη, δὲν κάνει ἀσχήμιες, δὲν ζητεῖ τὸ συμφέρον της, δὲν ἐρεθίζεται, δὲν λογαριάζει τὸ κακόν, δὲν χαίρει διὰ τὸ κακόν, ἀλλὰ συγχαίρει εἰς τὴν ἀλήθειαν, ὅλα τὰ ἀνέχεται, ὅλα τὰ πιστεύει, ἐλπίζει γιὰ τὸ κάθε τι, ὑπομένει τὸ κάθε τι. Ἡ ἀγάπη ποτὲ δὲν θὰ παύσῃ νὰ ὑπάρχῃ.

Εὐαγγέλιο (Λουκ. ιστ΄ 19-31)

Εἶπεν ὁ Κύριος· Ἄνθρωπος τις ἦν πλούσιος, καὶ ἐνεδιδύσκετο πορφύραν καὶ βύσσον εὐφραινόμενος καθ' ἡμέραν λαμπρῶς. Πτωχὸς δέ τις ἦν ὀνόματι Λάζαρος, ὃς ἐβέβλητο πρὸς τὸν πυλῶνα αὐτοῦ ἡλκωμένος καὶ ἐπιθυμῶν χορτασθῆναι ἀπὸ τῶν ψιχίων τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τοῦ πλουσίου· ἀλλὰ καὶ οἱ κύνες ἐρχόμενοι ἐπέλειχον τὰ ἕλκη αὐτοῦ. Ἐγένετο δὲ ἀποθανεῖν τὸν πτωχὸν καὶ ἀπενεχθῆναι αὐτὸν ὑπὸ τῶν ἀγγέλων εἰς τὸν κόλπον Ἀβραάμ· ἀπέθανε δὲ καὶ ὁ πλούσιος καὶ ἐτάφη. Καὶ ἐν τῷ ᾅδῃ ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ, ὑπάρχων ἐν βασάνοις, ὁρᾷ τόν Ἀβραὰμ ἀπὸ μακρόθεν καὶ Λάζαρον ἐν τοῖς κόλποις αὐτοῦ. Καὶ αὐτὸς φωνήσας εἶπε· Πάτερ Ἀβραάμ, ἐλέησόν με καὶ πέμψον Λάζαρον ἵνα βάψῃ τὸ ἄκρον τοῦ δακτύλου αὐτοῦ ὕδατος καὶ καταψύξῃ τὴν γλῶσσάν μου, ὅτι ὀδυνῶμαι ἐν τῇ φλογὶ ταύτῃ. Εἶπε δὲ Ἀβραάμ· Τέκνον, μνήσθητι ὅτι ἀπέλαβες σὺ τὰ ἀγαθά σου ἐν τῇ ζωῇ σου, καὶ Λάζαρος ὁμοίως τὰ κακά· νῦν δὲ ὧδε παρακαλεῖται, σὺ δὲ ὀδυνᾶσαι· καὶ ἐπὶ πᾶσι τούτοις μεταξὺ ἡμῶν καὶ ὑμῶν χάσμα μέγα ἐστήρικται, ὅπως οἱ θέλοντες διαβῆναι ἔνθεν πρὸς ὑμᾶς μὴ δύνωνται, μηδὲ οἱ ἐκεῖθεν πρὸς ἡμᾶς διαπερῶσιν. Εἶπε δέ· ἐρωτῶ οὖν σε, πάτερ, ἵνα πέμψῃς αὐτὸν εἰς τὸν οἶκον τοῦ πατρός μου· ἔχω γὰρ πέντε ἀδελφούς· ὅπως διαμαρτύρηται αὐτοῖς, ἵνα μὴ καὶ αὐτοὶ ἔλθωσιν εἰς τὸν τόπον τοῦτον τῆς βασάνου. Λέγει αὐτῷ Ἀβραάμ· Ἒχουσι Μωϋσέα καὶ τοὺς προφήτας· ἀκουσάτωσαν αὐτῶν. Ὁ δὲ εἶπεν· Οὐχί, πάτερ Ἀβραάμ, ἀλλ' ἐάν τις ἀπὸ νεκρῶν πορευθῇ πρὸς αὐτοὺς, μετανοήσουσιν. Εἶπε δὲ αὐτῷ· εἰ Μωϋσέως καὶ τῶν προφητῶν οὐκ ἀκούουσιν, οὐδὲ ἐάν τις ἐκ νεκρῶν ἀναστῇ πεισθήσονται.

Μετάφραση

Εἶπεν ὁ Κύριος: «Κάποιος ἄνθρωπος ἦταν πλούσιος, φοροῦσε πολυτελῆ ροῦχα καί τό τραπέζι του κάθε μέρα ἦταν λαμπρό. Κάποιος φτωχός ὅμως, πού τόν ἔλεγαν Λάζαρο, ἦταν πεσμένος κοντά στήν πόρτα τοῦ σπιτιοῦ τοῦ πλουσίου, γεμάτος πληγές. Αὐτός προσπαθοῦσε νά χορτάσει ἀπό τά ψίχουλα πού ἔπεφταν ἀπό τό τραπέζι τοῦ πλουσίου. Ἔρχονταν καί τά σκυλιά καί τοῦ ἔγλυφαν τίς πληγές. Πέθανε ὁ φτωχός, καί οἱ ἄγγελοι τόν πῆραν κοντά στόν Ἀβραάμ. Πέθανε κι ὁ πλούσιος καί τόν ἒθαψαν. Στόν ἅδη πού ἦταν καί βασανιζόταν σήκωσε τά μάτια του καί εἶδε ἀπό μακριά τόν Ἀβραάμ καί κοντά του τόν Λάζαρο. Τότε φώναξε ὁ πλούσιος καί εἶπε: “Πατέρα μου Ἀβραάμ, σπλαχνίσου μέ καί στεῖλε τό Λάζαρο νά βρέξει μέ νερό τήν ἄκρη τοῦ δάχτυλού μου καί νά μοῦ δροσίσει τή γλώσσα, γιατί ὑποφέρω μέσα σ΄ αὐτή τή φωτιά”. Ὁ Ἀβραάμ ὃμως τοῦ ἀπάντησε: “Παιδί μου, θυμήσου ὅτι ἐσύ ἀπόλαυσες τήν εὐτυχία στή ζωή σου, ὅπως κι ὁ Λάζαρος τή δυστυχία. Τώρα λοιπόν αὐτός χαίρεται ἐδῶ, κι ἐσύ ὑποφέρεις. Κι ἐκτός ἀπ΄ ὅλα αὐτά, ὑπάρχει ἀνάμεσά μας μεγάλο χάσμα, ὥστε αὐτοί πού θέλουν νά διαβοῦν ἀπό ἐδῶ σ΄ ἐσᾶς νά μήν μποροῦν, οὔτε οἱ ἀπό ἐκεῖ νά περάσουν σ΄ ἐμᾶς”. Εἶπε πάλι ὁ πλούσιος: “Τότε σέ παρακαλῶ, πατέρα, στεῖλε τόν στό σπίτι τοῦ πατέρα μου, νά προειδοποιήσει τούς πέντε ἀδερφούς μου, ὥστε νά μήν ἔρθουν κι αὐτοί σ΄ αὐτό τόν τόπο τῶν βασάνων”. Ὁ Ἀβραάμ τοῦ λέει: “Ἒχουν τά λόγια τοῦ Μωυσῆ καί τῶν προφητῶν· ἄς ὑπακούσουν σ΄ αὐτά”. “Ὂχι, πατέρα μου Ἀβραάμ”, τοῦ λέει ἐκεῖνος, “δέν ἀρκεῖ· ἀλλά ἄν κάποιος ἀπό τούς νεκρούς πάει σ΄ αὐτούς, θά μετανοήσουν”. Τοῦ λέει τότε ὁ Ἀβραάμ: «Ἂν δέν ὑπακοῦνε στά λόγια τοῦ Μωυσῆ καί τῶν προφητῶν, ἀκόμη κι ἄν ἀναστηθεῖ κάποιος ἀπό τούς νεκρούς, δέν πρόκειται νά πειστοῦν”».