top line
logo

Κυριακή 27 Σεπτεμβρίου - Α΄ Λουκά

ΑΠΟΣΤΟΛΟΣ (Β΄ Κορ.  στ΄ 1-10)

Αδελφοί, συνεργοῦντες παρακαλοῦμεν μὴ εἰς κενὸν τὴν χάριν τοῦ Θεοῦ δέξασθαι ὑμᾶς - λέγει γάρ· «καιρῷ δεκτῷ ἐπήκουσά σου καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησά σοι»· ἰδοὺ νῦν καιρὸς εὐπρόσδεκτος, ἰδοὺ νῦν ἡμέρα σωτηρίας - μηδεμίαν ἐν μηδενὶ διδόντες προσκοπήν, ἵνα μὴ μωμηθῇ ἡ διακονία, ἀλλ’ ἐν παντὶ συνιστῶντες ἑαυτοὺς ὡς Θεοῦ διάκονοι, ἐν ὑπομονῇ πολλῇ, ἐν θλίψεσιν, ἐν ἀνάγκαις, ἐν στενοχωρίαις, ἐν πληγαῖς, ἐν φυλακαῖς, ἐν ἀκαταστασίαις, ἐν κόποις, ἐν ἀγρυπνίαις, ἐν νηστείαις, ἐν ἁγνότητι, ἐν γνώσει, ἐν μακροθυμίᾳ, ἐν χρηστότητι, ἐν Πνεύματι ἁγίῳ, ἐν ἀγάπῃ ἀνυποκρίτῳ, ἐν λόγῳ ἀληθείας, ἐν δυνάμει Θεοῦ, διὰ τῶν ὅπλων τῆς δικαιοσύνης τῶν δεξιῶν καὶ ἀριστερῶν, διὰ δόξης καὶ ἀτιμίας, διὰ δυσφημίας καὶ εὐφημίας, ὡς πλάνοι καὶ ἀληθεῖς, ὡς ἀγνοούμενοι καὶ ἐπιγινωσκόμενοι, ὡς ἀποθνήσκοντες καὶ ἰδοὺ ζῶμεν, ὡς παιδευόμενοι καὶ μὴ θανατούμενοι, ὡς λυπούμενοι ἀεὶ δὲ χαίροντες, ὡς πτωχοὶ, πολλοὺς δὲ πλουτίζοντες, ὡς μηδὲν ἔχοντες καὶ πάντα κατέχοντες.

Μετάφραση

Αδελφοί, συνεργάτες τοῦ Θεοῦ καθώς εἴμαστε, σᾶς παρακαλοῦμε νά μήν ἀφήσετε νά πάει χαμένη ἡ χάρη τοῦ Θεοῦ πού δεχτήκατε, γιατί ἡ Γραφή λέει: Στόν καιρό τῆς χάρης σέ ἄκουσα, καί τήν ἡμέρα τῆς σωτηρίας σέ βοήθησα. Νά, τώρα εἶναι ὁ καιρός τῆς χάρης, τώρα εἶναι ἡ ἡμέρα τῆς σωτηρίας. Κανένα πρόσκομμα δέ φέρνουμε σέ κανένα, γιά νά μή δυσφημηθεῖ τό ἔργο μας. Ἀντίθετα, μέ κάθε τρόπο συστήνουμε τόν ἑαυτό μας σάν ὑπηρέτες τοῦ Θεοῦ: μέ τή μεγάλη ὑπομονή μας, μέ τίς θλίψεις,  μέ τίς δυσχέρειες, τίς στενοχώριες, τίς κακοποιήσεις, τίς φυλακίσεις, τίς ἐξεγέρσεις ἐναντίον μας, τίς ταλαιπωρίες, τίς ἀγρυπνίες, τήν πείνα. Συστήνουμε τούς ἑαυτούς μας μέ τήν ἐντιμότητα, τή γνώση τῆς ἀλήθειας, τήν ἀνεκτικότητα, τήν καλοσύνη, τή φώτιση τοῦ Ἁγίου Πνεύματος, τήν ἀνυπόκριτη ἀγάπη, τό κήρυγμα γιά τήν ἀλήθεια, τή δύναμη τοῦ Θεοῦ, μέ τά ὄπλα τῆς σωτηρίας τά ἐπιθετικά καί τά ἀμυντικά, δοκιμάζοντας δόξα καί ἀτίμωση, δυσφήμηση καί ἔπαινο· μᾶς θεωροῦν λαοπλάνους, καί ὅμως λέμε τήν ἀλήθεια· μᾶς ἀγνοοῦν καί ὅμως γινόμαστε γνωστοί· φτάνουμε στό θάνατο, καί νά πού ζοῦμε· μᾶς βασανίζουν, ἀλλά δέν πεθαίνουμε· μᾶς προξενοῦν στενοχώριες καί ὅμως πάντοτε χαιρόμαστε· εἴμαστε φτωχοί, κάνουμε ὅμως πολλούς νά πλουτίσουν· δέν ἔχουμε τίποτε καί κατέχουμε τά πάντα.

ΕΥΑΓΓΕΛΙΟ (Λουκ. ε΄ 1-11)

Τῷ καιρῷ ἐκείνῳ, ἑστὼς ὁ Ἰησοῦς παρὰ τὴν λίμνην Γεννησαρέτ, εἶδε δύο πλοῖα ἑστῶτα παρὰ τὴν λίμνην· οἱ δὲ ἁλιεῖς ἀποβάντες ἀπ’ αὐτῶν ἀπέπλυνον τὰ δίκτυα. Ἐμβὰς δὲ εἰς ἓν τῶν πλοίων, ὃ ἦν Σίμωνος, ἠρώτησεν αὐτὸν ἀπὸ τῆς γῆς ἐπαναγαγεῖν ὀλίγον· καὶ καθίσας ἐδίδασκεν ἐκ τοῦ πλοίου τοὺς ὄχλους. Ὡς δὲ ἐπαύσατο λαλῶν, εἶπε πρὸς τὸν Σίμωνα· Ἐπανάγαγε εἰς τὸ βάθος καὶ χαλάσατε τὰ δίκτυα ὑμῶν εἰς ἄγραν. Καὶ ἀποκριθεὶς Σίμων εἶπεν αὐτῷ· Ἐπιστάτα, δι' ὅλης νυκτὸς κοπιάσαντες οὐδὲν ἐλάβομεν· ἐπὶ δὲ τῷ ῥήματί σου χαλάσω τὸ δίκτυον. Καὶ τοῦτο ποιήσαντες συνέκλεισαν πλῆθος ἰχθύων πολύ· διερρήγνυτο δὲ τὸ δίκτυον αὐτῶν. Καὶ κατένευσαν τοῖς μετόχοις τοῖς ἐν τῷ ἑτέρῳ πλοίῳ τοῦ ἐλθόντας συλλαβέσθαι αὐτοῖς· καὶ ἦλθον, καὶ ἔπλησαν ἀμφότερα τὰ πλοῖα, ὥστε βυθίζεσθαι αὐτά. Ἰδὼν δὲ Σίμων Πέτρος προσέπεσε τοῖς γόνασιν Ἰησοῦ λέγων· Ἔξελθε ἀπ' ἐμοῦ, ὅτι ἀνὴρ ἁμαρτωλός εἰμι, Κύριε· θάμβος γὰρ περιέσχεν αὐτὸν καὶ πάντας τοὺς σὺν αὐτῷ ἐπὶ τῇ ἄγρᾳ τῶν ἰχθύων ᾗ συνέλαβον,  ὁμοίως δὲ καὶ Ἰάκωβον καὶ Ἰωάννην, υἱοὺς Ζεβεδαίου, οἳ ἦσαν κοινωνοὶ τῷ Σίμωνι. Καὶ εἶπε πρὸς τὸν Σίμωνα ὁ Ἰησοῦς· Μὴ φοβοῦ· ἀπὸ τοῦ νῦν ἀνθρώπους ἔσῃ ζωγρῶν. Καὶ καταγαγόντες τὰ πλοῖα ἐπὶ τὴν γῆν, ἀφέντες ἅπαντα ἠκολούθησαν αὐτῷ.

Μετάφραση

Εκεῖνο τόν καιρό, καθώς στεκόταν ὁ Ἰησοῦς στήν ὄχθη τῆς λίμνης Γεννησαρέτ, εἶδε δύο ψαροκάικα στήν ἄκρη τῆς λίμνης. Οἱ ψαράδες εἶχαν κατέβει ἀπ΄ αὐτά καί ἔπλεναν τά δίχτυα. Ἐκεῖνος ἀνέβηκε σ΄ ἕνα ἀπό τά ψαροκάικα, σ΄ αὐτό πού ἦταν τοῦ Σίμωνα, καί τόν παρακάλεσε νά τραβηχτεῖ λίγο ἀπό τήν ξηρά. Κάθισε στό ψαροκάικο καί ἀπ΄ αὐτό δίδασκε τά πλήθη. Ὅταν τελείωσε τήν ὁμιλία του, εἶπε στό Σίμωνα: «Πήγαινε στά βαθιά καί ρίξτε τά δίχτυα σας γιά ψάρεμα». Ὁ Σίμων τοῦ ἀποκρίθηκε: «Διδάσκαλε, ὅλη τή νύχτα παιδευόμασταν καί δέν πιάσαμε τίποτε· ἐπειδή ὅμως τό λές ἐσύ, θά ρίξω τό δίχτυ». Τό ἔριξαν κι ἔπιασαν πάρα πολλά ψάρια, τόσα πού τό δίχτυ τους ἄρχισε νά σκίζεται. Μέ νεύματα εἰδοποίησαν τούς συνεταίρους τους, πού ἦταν στό ἄλλο πλοῖο νά ἔρθουν νά τούς βοηθήσουν. Ἐκεῖνοι ἦρθαν καί γέμισαν καί τά δύο ψαροκάικα σέ σημεῖο πού νά κινδυνεύουν νά βυθιστοῦν. Ὅταν ὁ Σίμων Πέτρος εἶδε τί ἔγινε, ἔπεσε στά γόνατα τοῦ Ἰησοῦ καί τοῦ εἶπε: «Βγές ἀπό τό καΐκι μου, Κύριε, γιατί εἶμαι ἄνθρωπος ἁμαρτωλός». Αὐτά τά εἶπε γιατί εἶχε κυριευτεῖ ἀπό δέος, αὐτός καί ὅλοι ὅσοι ἦταν μαζί του, γιά τά πολλά ψάρια πού εἶχαν πιάσει. Τό ἴδιο συνέβη καί μέ τά παιδιά τοῦ Ζεβεδαίου, τόν Ἰάκωβο καί τόν Ἰωάννη, πού ἦταν συνεργάτες τοῦ Σίμωνα. Ὁ Ἰησοῦς τότε εἶπε στό Σίμωνα: «Μή φοβᾶσαι, ἀπό τώρα θά ψαρεύεις ἀνθρώπους». Ὕστερα, ἀφοῦ τράβηξαν τά ψαροκάικα στή στεριά, ἄφησαν τά πάντα καί τόν ἀκολούθησαν.



| |

Ακολουθήστε μας στα social media