Η πανήγυρις των Αγίων Κυρίλλου και Μεθοδίου στο Mansfield
Επί τη ιερά πανηγύρει των Αγίων Κυρίλλου και Μεθοδίου, την ομώνυμη Κοινότητα του Mansfield επισκέφθηκε ο Θεοφιλέστατος Επίσκοπος Μελιτηνής κ. Μάξιμος, προεξάρχων της Αρχιερατικής Θείας Λειτουργίας. Ο Θεοφιλέστατος ιερούργησε συλλειτουργούντος του ιερατικώς προϊσταμένου, Αιδεσιμωτάτου Πρεσβυτέρου π. Χριστοφόρου Δημιώτη, ενώ το ευσεβές εκκλησίασμα είχε κατακλύσει από νωρίς τον ναό.
Λαμβάνοντας τον λόγο, ο Επίσκοπος αναφέρθηκε εκτενώς στον βίο και την ιεραποστολική μαρτυρία των τιμωμένων Αγίων, απευθύνοντας λόγους οικοδομής προς το εκκλησίασμα. Την εις Αναγνώστην χειροθεσία ενός νέου μέλους του αναλογίου, ετέλεσε εν συνεχεία, σε κλίμα βαθιάς κατανύξεως, ο Θεοφιλέστατος, λίγο προ της απολύσεως.
Μετά το πέρας της Θείας Λειτουργίας, τον Επίσκοπο καλωσόρισε θερμώς εκ μέρους όλων των πιστών ο πρόεδρος της εκκλησιαστικής κοινότητος. Ακολούθως, παρετέθη πλούσιο εορταστικό γεύμα προς τους παρευρισκομένους στην κοινοτική αίθουσα.
Ακολουθεί το ελληνικό μέρος της ομιλίας του Θεοφιλεστάτου:
Ἀγαπητοὶ ἐν Χριστῷ ἀδελφοί,
Διανυόντων ἡμῶν τὴν φωτοφόρον περίοδον τῆς Ἀναστάσεως τοῦ Κυρίου, καθ' ἣν τὸ φῶς τὸ ἀνέσπερον, τὸ ἐκ τοῦ Ζωοδόχου Τάφου ἐκπηγάζον, περιαυγάζει σύμπασαν τὴν κτίσιν, συναθροιζόμεθα σήμερον ἐν τῷ ἁγίῳ τούτῳ ναῷ, ἵνα τιμήσωμεν τὴν ἱερὰν μνήμην δύο μεγάλων ἀστέρων τῆς Ὀρθοδόξου ἡμῶν Ἐκκλησίας, τῶν Ἁγίων ἐνδόξων καὶ ἰσαποστόλων αὐταδέλφων Κυρίλλου καὶ Μεθοδίου, τῶν ἐκ τῆς εὐάνδρου καὶ μυριάθλου Θεσσαλονίκης ὁρμωμένων, τῶν τῆς Σλαβικῆς οἰκουμένης Φωτιστῶν.
Ἐκ τῆς εὐλογημένης ταύτης συμβασιλευούσης πόλεως, τῆς πατρίδος τοῦ Μεγαλομάρτυρος Δημητρίου τοῦ Μυροβλύτου καὶ τοῦ Ἁγίου Γρηγορίου τοῦ Παλαμᾶ, ἐβλάστησαν, ἐνάτου ἤδη ἀρχομένου αἰῶνος, οἱ δύο οὗτοι αὐτάδελφοι, εὐπατρίδαι κατὰ σάρκα, εὐσεβεῖς κατὰ ψυχήν, σοφοὶ κατὰ τὴν θύραθεν παιδείαν, θεόπνευστοι κατὰ τὴν χάριν τοῦ Ἁγίου Πνεύματος. Ὁ μὲν Μεθόδιος, πρεσβύτερος ὢν τοῖς ἔτεσι, διέπρεψεν ἀρχικῶς εἰς τὰς πολιτικὰς ὑποθέσεις τῆς Αὐτοκρατορίας, εἶτα δὲ ἐπεδόθη εἰς τὸν μονήρην βίον, ὁ δὲ νεώτερος Κύριλλος, ἀνεδείχθη ἐν Κωνσταντινουπόλει «φιλόσοφος», ἀναθρεφθεὶς παρὰ τοῖς ποσὶ τοῦ Μεγάλου Φωτίου καὶ μετασχὼν τῆς ἀκμαζούσης τότε ἐκκλησιαστικῆς παιδείας τῆς Βασιλίδος τῶν πόλεων.
Ὑπείκοντες, λοιπόν, τῇ ἐντολῇ τοῦ Κυρίου «πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη» (Ματθ. κη´, 19) καὶ τοῖς συνᾴδουσι κελεύσμασι τῆς Μητρὸς Ἁγίας τοῦ Χριστοῦ Μεγάλης Ἐκκλησίας, ἐπορεύθησαν οἱ Ἅγιοι εἰς χώρας μακρὰν τῆς ἑαυτῶν γενετείρας, εἰς τὴν ἐπέκεινα τοῦ Δουνάβεως Μοραβίαν, ἔνθα ἐκάλεσεν αὐτοὺς ὁ ἡγεμὼν Ῥαστισλάβος, εὐλαβῶς αἰτήσας τὴν ἀποστολὴν διδασκάλων, ἵνα διδάξωσι τοὺς λαοὺς αὐτοῦ τὸν λόγον τῆς ἀληθείας ἐν τῇ ἰδίᾳ αὐτῶν γλώσσῃ. Ὑπεβλήθησαν δὲ οἱ ἰσαπόστολοι εἰς κόπους πολλούς, εἰς ταλαιπωρίας ἀφορήτους, εἰς συκοφαντίας ἀδίκους, πολλάκις «τὸν ὀνειδισμὸν αὐτοῦ φέροντες» (Ἑβρ. ιγ´, 13), ἵνα κομίσωσι τὸ χαρμόσυνον ἄγγελμα τῆς σωτηρίας εἰς τοὺς Σλαβικοὺς λαούς.
Καὶ ἰδοὺ τὸ θαυμαστόν, ἐκ σεβασμοῦ πρὸς τὴν ἐθνικὴν καὶ πολιτιστικὴν ἰδιαιτερότητα τῶν κατηχουμένων, ἔκριναν ἀναγκαῖον οἱ Ἅγιοι ἐπινοῆσαι ἀλφάβητον πρὸς καταγραφὴν τῆς σλαβονικῆς γλώσσης, ἵνα μεταφράσωσι τήν τε Ἁγίαν Γραφὴν καὶ τὰ λειτουργικὰ τῆς Ἐκκλησίας κείμενα, σὺν τῷ χρόνῳ δὲ καὶ συγγράμματα πατερικά. Τοιουτοτρόπως δὲ ἡ Μήτηρ Ἐκκλησία Κωνσταντινουπόλεως, καίτοι ἠδύνατο τότε νὰ ἐπιβάλῃ τὴν ἑλληνικὴν γλῶσσαν καὶ γραφὴν τοῖς νεοφωτίστοις λαοῖς, ἐσεβάσθη τὴν ἰδιοπροσωπίαν αὐτῶν, διὰ τῶν δύο Θεσσαλονικέων ἰσαποστόλων, μεταδώσασα οὐχὶ μόνον τὴν πίστιν, ἀλλὰ καὶ νέαν ὤθησιν εἰς τὸν πολιτιστικὸν χῶρον, καθ' ὅτι ἡ καλλιέργεια τοῦ γραπτοῦ λόγου καὶ ἡ συνακόλουθος Σλαβικὴ λογοτεχνικὴ καὶ φιλολογικὴ παραγωγὴ ἔχουσι πανθομολογουμένως τὰς ἀρχὰς αὐτῶν εἰς τὸ ἔργον τῶν τιμωμένων Ἁγίων.
Πικραθέντες ὑπὸ ἀδελφῶν κληρικῶν, οἵτινες, διδάσκοντες ὅτι μόναι ἱεραὶ ὑπάρχουσιν αἱ τρεῖς γλῶσσαι τοῦ Τίτλου τοῦ Σταυροῦ, ἡ ἑβραϊκή, ἡ ἑλληνικὴ καὶ ἡ λατινική, ἐπολέμησαν λυσσωδῶς τὸ ἔργον τῶν δύο Ἁγίων, μετέβησαν οὗτοι εἰς Ῥώμην, ἔνθα ἔτυχον τιμητικῆς ὑποδοχῆς ὑπὸ τοῦ τότε Πάπα Ἀδριανοῦ Β´, ὅστις, ἐν τῇ Βασιλικῇ τῆς Ἁγίας Μαρίας τῆς Μείζονος, ηὐλόγησε τὰ μεταφρασθέντα σλαβονικὰ λειτουργικὰ βιβλία, καθαγιάσας οὕτω τὴν εὐλογημένην ταύτην προσπάθειαν. Ἐκεῖ δὲ ἐν Ῥώμῃ, τὸ σωτήριον ἔτος 869, ἐτελεύτησε τὸν βίον αὐτοῦ ὁ Ἅγιος Κύριλλος, ἀφεὶς εἰς τὸν αὐτάδελφον αὐτοῦ Μεθόδιον τὴν συνέχισιν τοῦ θεαρέστου ἔργου ἐν Παννονίᾳ καὶ Μοραβίᾳ, ἕως οὗ καὶ αὐτὸς ἀνεπαύθη ἐν Κυρίῳ τῷ ἔτει 885.
Ἡ προσφορὰ τῶν δύο τούτων ἁγίων αὐταδέλφων, ἐνέπνευσε διὰ μέσου τῶν αἰώνων τοὺς Σλαβικοὺς λαούς, τοὺς Βουλγάρους, τοὺς Σέρβους, τοὺς Ῥώσσους, τοὺς Οὐκρανούς, ἵνα ἐκεῖνοι, κοινωνοῦντες ἐκ τοῦ κοινοῦ Ποτηρίου τοῦ ζωοποιοῦ Σώματος καὶ Αἵματος τοῦ Σωτῆρος, ἀδελφωθῶσι μετὰ τῶν Ἑλλήνων ἐν τῇ μιᾷ καὶ ἀδιαιρέτῳ Ὀρθοδόξῳ Ἐκκλησίᾳ. Τὸ πνεῦμα ὑπὸ τοῦ ὁποίου διεπνέοντο οἱ Ἅγιοι Κύριλλος καὶ Μεθόδιος κατὰ τὴν ἔξοδον ἐκ τῆς γῆς καὶ τῆς συγγενείας αὐτῶν, τὸ πνεῦμα τῆς κατὰ Χριστὸν ἀγάπης, τῆς κατανοήσεως καὶ τῆς ἐλευθέρας ἀλληλοπεριχωρήσεως, παραμένει σήμερον ἐπίκαιρον μᾶλλον ἢ ποτέ, μάλιστα δὲ ἐν τῇ συγκεχυμένῃ ταύτῃ ἐποχῇ τῆς πολυπολιτισμικῆς ἡμῶν κοινωνίας τῆς Μεγάλης Βρεταννίας, ἔνθα συνυπάρχουσι μετ' ἀλλήλων λαοὶ διάφοροι, γλῶσσαι ποικίλαι καὶ παραδόσεις πολλαί.
Μεταφέρω, ἀδελφοί, εἰς πάντας ὑμᾶς τὰς ὁλοθύμους εὐχὰς καὶ τὴν θερμοτάτην πατρικὴν ἀγάπην τοῦ Σεβασμιωτάτου Ἀρχιεπισκόπου Θυατείρων καὶ Μεγάλης Βρεταννίας κ. Νικήτα. Οὗτος, ἐν τῇ διηνεκεῖ αὐτοῦ μερίμνῃ διὰ τὸ εὐσεβὲς πλήρωμα τῆς καθ' ἡμᾶς θεοσώστου Ἱερᾶς Ἀρχιεπισκοπῆς, συμμετέχει πνευματικῶς εἰς τὴν σημερινὴν εὔσημον ταύτην ἑορτήν, ἐπικαλούμενος ἐφ' ὑμᾶς τὰς πρεσβείας τῶν τιμωμένων Ἰσαποστόλων, εὐχόμενος ἑκάστῳ καὶ ἑκάστῃ ἐξ ὑμῶν, ὁμοῦ μετὰ τῶν εὐλογημένων οἰκογενειῶν ὑμῶν, ὑγείαν ἀδιάπτωτον, μακροημέρευσιν, καὶ πᾶσαν παρὰ Κυρίου εὐλογίαν.
Εἴη ἡ χάρις καὶ τὸ ἄπειρον ἔλεος τοῦ Ἀναστάντος Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ταῖς πρεσβείαις τῶν Ἁγίων ἐνδόξων καὶ ἰσαποστόλων αὐταδέλφων Κυρίλλου καὶ Μεθοδίου, τῶν ἐκ Θεσσαλονίκης, τῶν Φωτιστῶν τῶν Σλάβων, μετὰ πάντων ὑμῶν.
