Κυριακή 26.07.2026 - Η΄ Ματθαίου, Παρασκευῆς ὁσιομάρτυρος
Ἀπόστολος (Γαλ. γ΄ 23-29, δ΄ 1-5)
Αδελφοί, πρὸ τοῦ ἐλθεῖν τὴν πίστιν ὑπὸ νόμον ἐφρουρούμεθα συγκλεκλεισμένοι εἰς τὴν μέλλουσαν πίστιν ἀποκαλυφθῆναι. Ὣστε ὁ νόμος παιδαγωγὸς ἡμῶν γέγονεν εἰς Χριστόν, ἵνα ἐκ πίστεως δικαιωθῶμεν· ἐλθούσης δὲ τῆς πίστεως οὐκέτι ὑπὸ παιδαγωγόν ἐσμεν. Πάντες γὰρ υἱοὶ Θεοῦ ἐστε διὰ τῆς πίστεως ἐν Χριστῷ Ἰησοῦ· ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε. Οὐκ ἔνι Ἰουδαῖος οὐδὲ Ἕλλην, οὐκ ἔνι δοῦλος οὐδὲ ἐλεύθερος, οὐκ ἔνι ἄρσεν καὶ θῆλυ· πάντες γὰρ ὑμεῖς εἷς ἐστε ἐν Χριστῷ Ἰησοῦ. Εἰ δὲ ὑμεῖς Χριστοῦ, ἄρα τοῦ Ἀβραὰμ σπέρμα ἐστὲ καὶ κατ' ἐπαγγελίαν κληρονόμοι. Λέγω δέ, ἐφ' ὅσον χρόνον ὁ κληρονόμος νήπιός ἐστιν, οὐδὲν διαφέρει δούλου, κύριος πάντων ὤν, ἀλλὰ ὑπὸ ἐπιτρόπους ἐστὶ καὶ οἰκονόμους ἄχρι τῆς προθεσμίας τοῦ πατρός. Οὕτω καὶ ἡμεῖς, ὅτε ἦμεν νήπιοι, ὑπὸ τὰ στοιχεῖα τοῦ κόσμου ἦμεν δεδουλωμένοι· ὅτε δὲ ἦλθε τὸ πλήρωμα τοῦ χρόνου, ἐξαπέστειλεν ὁ Θεὸς τὸν υἱὸν αὐτοῦ, γενόμενον ἐκ γυναικός, γενόμενον ὑπὸ νόμον, ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ, ἵνα τὴν υἱοθεσίαν ἀπολάβωμεν.
Μετάφραση
Αδελφοί, πρίν ἔρθει ὁ Χριστός, μᾶς φρουροῦσε ὁ νόμος. Ἤμασταν φυλακισμένοι, ὥσπου νά φανερωθεῖ ὁ μελλοντικός σωτήρας μας. Ὁ νόμος, λοιπόν, ἦταν σκληρός παιδονόμος γιά μᾶς, ὥσπου ἐμφανίστηκε ὁ Χριστός, ὅποτε ἡ πίστη μας σ΄ αὐτόν μᾶς χάρισε τή σωτηρία. Τώρα ὅμως πού ἦρθε ὁ Χριστός, δέν εἴμαστε πιά ὑπόδουλοι στό νόμο. Εἶστε, λοιπόν, ὅλοι παιδιά τοῦ Θεοῦ, ἀφοῦ πιστεύετε στόν Ἰησοῦ Χριστό. Κι αὐτό, γιατί ὅσοι βαφτιστήκατε στό ὄνομα τοῦ Χριστοῦ, ἔχετε ντυθεῖ τό Χριστό. Δέν ὑπάρχει πιά Ἰουδαῖος καί εἰδωλολάτρης, δέν ὑπάρχει δοῦλος καί ἐλεύθερος, δέν ὑπάρχει ἄντρας καί γυναίκα· ὅλοι σας εἶστε ἕνας, χάρη στόν Ἰησοῦ Χριστό. Κι ἀφοῦ ἀνήκετε στό Χριστό, εἶστε ἀπόγονοι τοῦ Ἀβραάμ καί κληρονόμοι τῆς ζωῆς, ὅπως τήν ὑποσχέθηκε ὁ Θεός. Νά τί θέλω νά πῶ: Ὅσον καιρό ὁ κληρονόμος εἶναι ἀνήλικος, δέ διαφέρει σέ τίποτε ἀπό ἕνα δοῦλο. Εἶναι βέβαια ἰδιοκτήτης τῶν πάντων, ἐξαρτᾶται ὅμως ἀπό ἐπιτρόπους καί διαχειριστές, ὡς τήν προθεσμία πού καθόρισε ὁ πατέρας. Ἔτσι κι ἐμεῖς, ὅταν ἤμασταν ἀνήλικοι, ἤμασταν ὑπόδουλοι στά στοιχεῖα τοῦ κόσμου. Ὅταν ὅμως ἔφτασε ἡ ὥρα πού εἶχε καθορίσει ὁ Θεός, ἀπέστειλε τόν Υἱό του. Γεννήθηκε ἀπό μιά γυναίκα καί ὑποτάχτηκε στό νόμο, γιά νά ἐξαγοράσει αὐτούς πού ἦταν ὑπόδουλοι στό νόμο, γιά νά γίνουμε παιδιά τοῦ Θεοῦ.
Εὐαγγέλιο (Ματθ. ιδ΄ 14-22)
Τῷ καιρῷ ἐκείνῳ, εἶδεν ὁ Ἰησοῦς πολὺν ὄχλον, καὶ ἐσπλαγχνίσθη ἐπ' αὐτοῖς καὶ ἐθεράπευσε τοὺς ἀρρώστους αὐτῶν. Ὀψίας δὲ γενομένης προσῆλθον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ λέγοντες· Ἔρημός ἐστιν ὁ τόπος καὶ ἡ ὥρα ἤδη παρῆλθεν· ἀπόλυσον τοὺς ὄχλους, ἵνα ἀπελθόντες εἰς τὰς κώμας ἀγοράσωσιν ἑαυτοῖς βρώματα. Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· Οὐ χρείαν ἔχουσιν ἀπελθεῖν· δότε αὐτοῖς ὑμεῖς φαγεῖν. Οἱ δὲ λέγουσιν αὐτῷ· Οὐκ ἔχομεν ὧδε εἰ μὴ πέντε ἄρτους καὶ δύο ἰχθύας. Ὁ δὲ εἶπε· Φέρετέ μοι αὐτούς ὧδε. Καὶ κελεύσας τοὺς ὄχλους ἀνακλιθῆναι ἐπὶ τοὺς χόρτους, λαβὼν τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας, ἀναβλέψας εἰς τὸν οὐρανὸν εὐλόγησε, καὶ κλάσας ἔδωκε τοῖς μαθηταῖς τοὺς ἄρτους οἱ δὲ μαθηταὶ τοῖς ὄχλοις. Καὶ ἔφαγον πάντες καὶ ἐχορτάσθησαν, καὶ ἦραν τὸ περισσεῦον τῶν κλασμάτων δώδεκα κοφίνους πλήρεις. Οἱ δὲ ἐσθίοντες ἦσαν ἄνδρες ὡσεὶ πεντακισχίλιοι χωρὶς γυναικῶν καὶ παιδίων. Καὶ εὐθέως ἠνάγκασεν ὁ Ἰησοῦς τοὺς μαθητὰς αὐτοῦ ἐμβῆναι εἰς τὸ πλοῖον καὶ προάγειν αὐτὸν εἰς τὸ πέραν, ἕως οὗ ἀπολύσῃ τοὺς ὄχλους.
Μετάφραση
Εκεῖνο τον καιρό, ὁ Ἰησοῦς εἶδε πολύν κόσμο καί τούς σπλαχνίστηκε, καί γιάτρεψε τούς ἀρρώστους τών. Ὅταν ἔπεσε τό δειλινό, τόν πλησίασαν οἱ μαθητές του καί τοῦ εἶπαν: «Ὁ τόπος εἶναι ἐρημικός, καί ἡ ὥρα πιά περασμένη. Διῶξε τόν κόσμο νά πᾶνε στά χωριά γιά ν΄ ἀγοράσουν φαγητά νά φᾶνε». Ὁ Ἰησοῦς ὅμως τούς εἶπε: «Δέν ὑπάρχει λόγος νά φύγουν, δῶστε τούς ἐσεῖς νά φᾶνε». «Δέν ἔχουμε ἐδῶ παρά πέντε ψωμιά καί δύο ψάρια», τοῦ ἀπαντοῦν. «Φέρτε μοῦ τα ἐδῶ», τούς λέει. Κι ἀφοῦ πρόσταξε τόν κόσμο νά καθίσει γιά φαγητό πάνω στό χορτάρι, πῆρε τά πέντε ψωμιά καί τά δύο ψάρια, ἔστρεψε τό βλέμμα του στόν οὐρανό, τά εὐλόγησε, ἔκοψε τά ψωμιά σέ κομμάτια καί τά ἔδωσε στούς μαθητές, καί οἱ μαθητές στό πλῆθος. Ἔφαγαν ὅλοι καί χόρτασαν. Καί μάζεψαν τά περισσεύματα ἀπό τά κομμάτια, δώδεκα κοφίνια γεμάτα. Αὐτοί πού ἔφαγαν ἦταν περίπου πέντε χιλιάδες ἄντρες, χωρίς τίς γυναῖκες καί τά παιδιά. Ἀμέσως ὕστερα ὁ Ἰησοῦς ὑποχρέωσε τούς μαθητές του νά μποῦν στό καΐκι καί νά πᾶνε νά τόν περιμένουν στήν ἀπέναντι ὄχθη, ὡσότου αὐτός διαλύσει τά πλήθη.

