top line
logo

Κυριακή 17 Ἰανουαρίου - ΙΒ΄ ΛΟΥΚΑ - Δέκα λεπρῶν

ΑΠΟΣΤΟΛΟΣ (Ἑβρ. ιγ΄ 17-21)

Αδελφοί, πείθεσθε τοῖς ἡγουμένοις ὑμῶν καὶ ὑπείκετε· αὐτοὶ γὰρ ἀγρυπνοῦσιν ὑπὲρ τῶν ψυχῶν ὑμῶν ὡς λόγον ἀποδώσοντες· ἵνα μετὰ χαρᾶς τοῦτο ποιῶσι καὶ μὴ στενάζοντες· ἀλυσιτελὲς γὰρ ὑμῖν τοῦτο. Προσεύχεσθε περὶ ἡμῶν· πεποίθαμεν γὰρ ὅτι καλὴν συνείδησιν ἔχομεν, ἐν πᾶσι καλῶς θέλοντες ἀναστρέφεσθαι. Περισσοτέρως δὲ παρακαλῶ τοῦτο ποιῆσαι, ἵνα τάχιον ἀποκατασταθῶ ὑμῖν. Ὁ δὲ Θεὸς τῆς εἰρήνης, ὁ ἀναγαγὼν ἐκ νεκρῶν τὸν ποιμένα τῶν προβάτων τὸν μέγαν ἐν αἵματι διαθήκης αἰωνίου, τὸν Κύριον ἡμῶν Ἰησοῦν, καταρτίσαι ὑμᾶς ἐν παντὶ ἔργῳ ἀγαθῷ εἰς τὸ ποιῆσαι τὸ θέλημα αὐτοῦ, ποιῶν ἐν ὑμῖν τὸ εὐάρεστον ἐνώπιον αὐτοῦ διὰ Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.

Μετάφραση

Αδελφοί, ν’ ἀκολουθεῖτε πιστά καί νά ὑπακοῦτε τούς ἐκκλησιαστικούς σας ἡγέτες. Γιατί αὐτοί ἀγρυπνοῦν για τή σωτηρία σας, ἐπειδή θά δώσουν λόγο στό Θεό. Ἒτσι ἡ μέριμνά τους θά γίνεται μέ χαρά, κι ὂχι με στενοχώρια, πράγμα πού δέν σᾶς συμφέρει. Νά προσεύχεστε για μᾶς. Φυσικά, εἲμαστε βέβαιοι πώς ἒχουμε καθαρή τή συνείδησή μας, ἀφοῦ σε κάθε περίπτωση θέλουμε νά συμπεριφερόμαστε ὃπως πρέπει. Ἰδιαίτερα σᾶς παρακαλπω νά προσεύχεστε για νά μέ φέρει ὁ Θεός σύντομα κοντά σας. Ὁ Θεός πού δίνει τήν εἰρήνη καί πού ἀνέστησε τόν Κύριο μας Ἰησοῦ, τόν μεγάλο πομένα ταῶν προβάτων, αὐτόν δηλαδή πού ἐπικύρωσε μέ τό αἷμα του τήν αἰώνια διαθήκη, αὐτός νά σᾶς δίνει τή δύναμη για κάθε καλό ἒργο, ἒτσι ὣστε νά κάνετε τό θέλημά του. Ἂς ἐνεργεῖ διά τοῦ Ἰησοῦ Χριστοῦ νά γίνεται ἀνάμεσά σας αὐτό πού τόν εὐχαριστεῖ. Σ’ αὐτόν ἀνήκει ἡ δόξα παντοτινά. Ἀμήν.

ΕΥΑΓΓΕΛΙΟ (Λουκ. ιζ΄ 12-19)

Tῷ καιρῷ ἐκείνῳ, εἰσερχομένου τοῦ Ἰησοῦ εἴς τινα κώμην ἀπήντησαν αὐτῷ δέκα λεπροὶ ἄνδρες, οἳ ἔστησαν πόρρωθεν, καὶ αὐτοὶ ἦραν φωνὴν λέγοντες· Ἰησοῦ ἐπιστάτα, ἐλέησον ἡμᾶς. Καὶ ἰδὼν εἶπεν αὐτοῖς· Πορευθέντες ἐπιδείξατε ἑαυτοὺς τοῖς ἱερεῦσι. Καὶ ἐγένετο ἐν τῷ ὑπάγειν αὐτοὺς ἐκαθαρίσθησαν. Εἷς δὲ ἐξ αὐτῶν, ἰδὼν ὅτι ἰάθη, ὑπέστρεψε μετὰ φωνῆς μεγάλης δοξάζων τὸν Θεόν, καὶ ἔπεσεν ἐπὶ πρόσωπον παρὰ τοὺς πόδας αὐτοῦ εὐχαριστῶν αὐτῷ· καὶ αὐτὸς ἦν Σαμαρείτης. Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν· Οὐχὶ οἱ δέκα ἐκαθαρίσθησαν; οἱ δὲ ἐννέα ποῦ; οὐχ εὑρέθησαν ὑποστρέψαντες δοῦναι δόξαν τῷ Θεῷ εἰ μὴ ὁ ἀλλογενὴς οὗτος; Καὶ εἶπεν αὐτῷ· Ἀναστὰς πορεύου· ἡ πίστις σου σέσωκέ σε.

Μετάφραση

Εκεῖνο τόν καιρό, καθώς ἔμπαινε ὁ Ἰησοῦς σ’ ἕνα χωριό, τόν συνάντησαν δέκα λεπροί· στάθηκαν λοιπόν ἀπό μακριά καί τοῦ φώναζαν δυνατά: «Ἰησοῦ, ἀφέντη, ἐλέησέ μας!» Βλέποντάς τους ἐκεῖνος τούς εἶπε: «Πηγαίνετε νά σᾶς ἐξετάσουν οἱ ἱερεῖς». Καί καθώς πήγαιναν, καθαρίστηκαν ἀπό τή λέπρα. Ἕνας ἀπ΄ αὐτούς, ὅταν εἶδε ὅτι θεραπεύτηκε, γύρισε δοξάζοντας μέ δυνατή φωνή τό Θεό, ἔπεσε μέ τό πρόσωπο στά πόδια τοῦ Ἰησοῦ καί τόν εὐχαριστοῦσε. Κι αὐτός ἦταν Σαμαρείτης. Τότε ὁ Ἰησοῦς εἶπε: «Δέ θεραπεύτηκαν καί οἱ δέκα; Οἱ ἄλλοι ἐννιά ποῦ εἶναι; Κανένα τους δέ βρέθηκε νά γυρίσει νά δοξάσει τό Θεό παρά μόνο τοῦτος ἐδῶ ὁ ἀλλοεθνής;» Καί σ’ αὐτόν εἶπε: «Σήκω καί πήγαινε στό καλό, ἡ πίστη σου σέ ἔσωσε».



| |

Ακολουθήστε μας στα social media