Skip to main content

Κυριακή 16 Αὐγούστου - Ι ΄ Ματθαίου

13 Αυγ 2020 11:15

ΑΠΟΣΤΟΛΟΣ (Α΄ Κορ. δ΄ 9-16)

Αδελφοί, ὁ Θεὸς ἡμᾶς τοὺς ἀποστόλους ἐσχάτους ἀπέδειξεν, ὡς ἐπιθανατίους, ὅτι θέατρον ἐγενήθημεν τῷ κόσμῳ, καὶ ἀγγέλοις καὶ ἀνθρώποις. Ἡμεῖς μωροὶ διὰ Χριστόν, ὑμεῖς δὲ φρόνιμοι ἐν Χριστῷ· ἡμεῖς ἀσθενεῖς, ὑμεῖς δὲ ἰσχυροί· ὑμεῖς ἔνδοξοι, ἡμεῖς δὲ ἄτιμοι. Ἂχρι τῆς ἄρτι ὥρας καὶ πεινῶμεν καὶ διψῶμεν καὶ γυμνητεύομεν καὶ κολαφιζόμεθα καὶ ἀστατοῦμεν καὶ κοπιῶμεν ἐργαζόμενοι ταῖς ἰδίαις χερσί· λοιδορούμενοι εὐλογοῦμεν, διωκόμενοι ἀνεχόμεθα, βλασφημούμενοι παρακαλοῦμεν· ὡς περικαθάρματα τοῦ κόσμου ἐγενήθημεν, πάντων περίψημα ἕως ἄρτι. Οὐκ ἐντρέπων ὑμᾶς γράφω ταῦτα, ἀλλ' ὡς τέκνα μου ἀγαπητὰ νουθετῶ. Ἐὰν γὰρ μυρίους παιδαγωγοὺς ἔχητε ἐν Χριστῷ, ἀλλ' οὐ πολλοὺς πατέρας· ἐν γὰρ Χριστῷ Ἰησοῦ διὰ τοῦ εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα. Παρακαλῶ οὖν ὑμᾶς, μιμηταί μου γίνεσθε.

Μετάφραση

Αδελφοί, ὁ Θεός σ΄ ἐμᾶς τούς ἀποστόλους ἔδωσε τήν ἐλεεινότερη θέση, σάν νά εἴμαστε καταδικασμένοι νά πεθάνουμε στήν ἀρένα. Γιατί γίναμε θέαμα γιά τόν κόσμο, γιά ἀγγέλους καί γι΄ ἀνθρώπους. Ἐμεῖς παρουσιαζόμαστε μωροί γιά χάρη τοῦ Χριστοῦ, ἐνῶ ἐσεῖς εἶστε σοφοί χάρη στό Χριστό· ἐμεῖς εἴμαστε ἀδύναμοι, ἐνῶ ἐσεῖς εἶστε δυνατοί· ἐμεῖς εἴμαστε περιφρονημένοι, ἐνῶ ἐσεῖς εἶστε τιμημένοι! Ὡς αὐτήν τήν ὥρα πεινᾶμε, διψᾶμε, γυρνᾶμε μέ κουρέλια, ξυλοδαρμένοι, ἀπό τόπο σέ τόπο χωρίς σπίτι, καί μοχθοῦμε νά ζήσουμε δουλεύοντας μέ τά ἴδιά μας τά χέρια. Στούς ἐμπαιγμούς ἀπαντᾶμε μέ καλά λόγια, στούς διωγμούς μέ ὑπομονή, στίς συκοφαντίες μέ λόγια φιλικά. Καταντήσαμε σάν τά σκουπίδια ὄλου τοῦ κόσμου, ὡς αὐτήν τήν ὥρα θεωρούμαστε τά ἀποβράσματα τῆς κοινωνίας. Δέ σᾶς τά γράφω αὐτά γιά νά σᾶς κάνω νά ντραπεῖτε, ἀλλά γιά νά σᾶς συμβουλέψω ὅπως ὁ πατέρας τ΄ ἀγαπημένα του παιδιά. Γιατί κι ἄν ἀκόμα ἔχετε χιλιάδες δασκάλους στή ζωή σας μέ τό Χριστό, δέν ἔχετε πολλούς πατέρες ἀλλά μόνον ἕνα. Στή σωτήρια οἰκονομία τοῦ Ἰησοῦ Χριστοῦ, ἐγώ σάν πατέρας σᾶς γέννησα μέ τό κήρυγμα τοῦ εὐαγγελίου. Σᾶς ζητῶ λοιπόν νά μοῦ μοιάσετε.

ΕΥΑΓΓΕΛΙΟ (Ματθ. ιζ΄ 14-23)

Τῷ καιρῷ ἐκείνῳ, ἄνθρωπος τις προσῆλθε τῷ Ἰησοῦ γονυπετῶν αὐτὸν καὶ λέγων· Κύριε, ἐλέησόν μου τὸν υἱόν, ὅτι σεληνιάζεται καὶ κακῶς πάσχει· πολλάκις γὰρ πίπτει εἰς τὸ πῦρ καὶ πολλάκις εἰς τὸ ὕδωρ. Καὶ προσήνεγκα αὐτὸν τοῖς μαθηταῖς σου, καὶ οὐκ ἠδυνήθησαν αὐτὸν θεραπεῦσαι. Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν· Ὦ γενεὰ ἄπιστος καὶ διεστραμμένη! ἕως πότε ἔσομαι μεθ' ὑμῶν; Ἓως πότε ἀνέξομαι ὑμῶν; Φέρετέ μοι αὐτὸν ὧδε. Καὶ ἐπετίμησεν αὐτῷ ὁ Ἰησοῦς, καὶ ἐξῆλθεν ἀπ' αὐτοῦ τὸ δαιμόνιον καὶ ἐθεραπεύθη ὁ παῖς ἀπὸ τῆς ὥρας ἐκείνης. Τότε προσελθόντες οἱ μαθηταὶ τῷ Ἰησοῦ κατ' ἰδίαν εἶπον· Διατί ἡμεῖς οὐκ ἠδυνήθημεν ἐκβαλεῖν αὐτό; Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· Διὰ τὴν ἀπιστίαν ὑμῶν. Ἀμὴν γὰρ λέγω ὑμῖν, ἐὰν ἔχητε πίστιν ὡς κόκκον σινάπεως, ἐρεῖτε τῷ ὄρει τούτῳ, μετάβηθι ἐντεῦθεν ἐκεῖ, καὶ μεταβήσεται· καὶ οὐδὲν ἀδυνατήσει ὑμῖν. Τοῦτο δὲ τὸ γένος οὐκ ἐκπορεύεται εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ. Ἀναστρεφομένων δὲ αὐτῶν εἰς τὴν Γαλιλαίαν εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· Μέλλει ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοσθαι εἰς χεῖρας ἀνθρώπων καὶ ἀποκτενοῦσιν αὐτόν, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθήσεται.

Μετάφραση

Εκεῖνο τον καιρό, πλησίασε τόν Ἰησοῦ ἕνας ἄνθρωπος, γονάτισε μπροστά του καί εἶπε: «Κύριε, σπλαχνίσου τό γιό μου, γιατί εἶναι ἐπιληπτικός καί ὑποφέρει· πολλές φορές μάλιστα πέφτει στή φωτιά καί στό νερό. Τόν ἔφερα στούς μαθητές σου, ἀλλά δέν μπόρεσαν νά τόν θεραπεύσουν». Ὁ Ἰησοῦς ἀπάντησε: «Γενεά ἄπιστη καί διεφθαρμένη, ὡς πότε θά εἶμαι μαζί σας; Ὡς πότε θά σᾶς ἀνέχομαι; Φέρτε μοῦ τόν ἐδῶ». Ὁ Ἰησοῦς ἐπιτίμησε τό δαιμόνιο, καί βγῆκε ἀπ΄ αὐτόν· ἀπό ΄κείνη τήν ὥρα τό παιδί γιατρεύτηκε. Πῆγαν τότε ἰδιαιτέρως στόν Ἰησοῦ οἱ μαθητές καί τόν ρώτησαν: «Γιατί ἐμεῖς δέν μπορέσαμε νά τό βγάλουμε;» «Ἐξαιτίας τῆς ἀπιστίας σας», τούς εἶπε ὁ Ἰησοῦς. «Σᾶς βεβαιώνω πώς, ἄν ἔχετε πίστη ἔστω καί σάν κόκκο σιναπιοῦ, θά λέτε σ΄ αὐτό τό βουνό «πήγαινε ἀπό ΄δῶ ἐκεῖ», καί θά πηγαίνει· καί τίποτα δέ θά εἶναι ἀδύνατο γιά σᾶς. Αὐτό τό δαιμονικό γένος δέ βγαίνει παρά μόνο μέ προσευχή καί νηστεία». Ἐνῶ οἱ μαθητές περιέρχονταν στή Γαλιλαία, τούς εἶπε ὁ Ἰησοῦς: «Ὁ Υἱός τοῦ Ἀνθρώπου πρόκειται νά παραδοθεῖ σέ χέρια ἀνθρώπων· θά τόν θανατώσουν, καί τήν τρίτη μέρα θά ἀναστηθεῖ».


Διαβάστε επίσης