ΑΠΟΣΤΟΛΟΣ (Β΄ Κορ. στ΄ 16 - 18, ζ΄ 1)
Αδελφοί, ὑμεῖς ναὸς Θεοῦ ἐστε ζῶντος, καθὼς εἶπεν ὁ Θεὸς ὅτι ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω, καὶ ἔσομαι αὐτῶν Θεός, καὶ αὐτοὶ ἔσονταί μοι λαός. Διὸ ἐξέλθετε ἐκ μέσου αὐτῶν καὶ ἀφορίσθητε, λέγει Κύριος, καὶ ἀκαθάρτου μὴ ἅπτεσθε, κἀγὼ εἰσδέξομαι ὑμᾶς, καὶ ἔσομαι ὑμῖν εἰς πατέρα καὶ ὑμεῖς ἔσεσθέ μοι εἰς υἱοὺς καὶ θυγατέρας, λέγει Κύριος παντοκράτωρ. Ταύτας οὖν ἔχοντες τὰς ἐπαγγελίας, ἀγαπητοί, καθαρίσωμεν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, ἐπιτελοῦντες ἁγιωσύνην ἐν φόβῳ Θεοῦ.
Μετάφραση
Αδελφοί, ἐσεῖς εἶστε ναός τοῦ ἀληθινοῦ Θεοῦ, ὅπως ὁ ἴδιος εἶπε: Θά κατοικήσω ἀνάμεσά τους καί θά πορεύομαι μαζί τους. Θά εἶμαι Θεός τους, κι αὐτοί θά εἶναι λαός μου. Γι΄ αὐτό λέει ὁ Κύριος: Φύγετε μακριά ἀπ΄ αὐτούς καί ξεχωρίστε. Μήν ἀγγίζετε ἀκάθαρτο πράγμα, κι ἐγώ θά σᾶς δεχτῶ. Θά εἶμαι γιά σᾶς ὁ πατέρας, κι ἐσεῖς θά εἶστε γιοί καί θυγατέρες μου, λέει ἀκόμα ὁ παντοκράτορας Κύριος. Ἀφοῦ λοιπόν, ἀγαπητοί μου, ἔχουμε αὐτές τίς ὑποσχέσεις, ἄς καθαρίσουμε τούς ἑαυτούς μας ἀπό καθετί πού μολύνει τό σῶμα καί τήν ψυχή. Ἄς ζήσουμε μία ἅγια ζωή μέ φόβο Θεοῦ.
ΕΥΑΓΓΕΛΙΟ (Λουκ. στ΄ 31-36)
Εἶπεν ὁ Κύριος· Καθὼς θέλετε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς ὁμοίως. Καὶ εἰ ἀγαπᾶτε τοὺς ἀγαπῶντας ὑμᾶς, ποία ὑμῖν χάρις ἐστί; καὶ γὰρ οἱ ἁμαρτωλοὶ τοὺς ἀγαπῶντας αὐτοὺς ἀγαπῶσι. Καὶ ἐὰν ἀγαθοποιῆτε τοὺς ἀγαθοποιοῦντας ὑμᾶς, ποία ὑμῖν χάρις ἐστί; καὶ γὰρ οἱ ἁμαρτωλοὶ τὸ αὐτὸ ποιοῦσι. Καὶ ἐὰν δανείζητε παρ' ὧν ἐλπίζετε ἀπολαβεῖν, ποία ὑμῖν χάρις ἐστί; καὶ γὰρ ἁμαρτωλοὶ ἁμαρτωλοῖς δανείζουσιν ἵνα ἀπολάβωσι τὰ ἴσα. Πλὴν ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν καὶ ἀγαθοποιεῖτε καὶ δανείζετε μηδὲν ἀπελπίζοντες, καὶ ἔσται ὁ μισθὸς ὑμῶν πολύς, καὶ ἔσεσθε υἱοὶ ὑψίστου, ὅτι αὐτὸς χρηστός ἐστιν ἐπὶ τοὺς ἀχαρίστους καὶ πονηρούς. Γίνεσθε οὖν οἰκτίρμονες καθὼς καὶ ὁ πατὴρ ὑμῶν οἰκτίρμων ἐστί.
Μετάφραση
Εἶπεν ὁ Κύριος: «Ὅπως θέλετε νά σᾶς συμπεριφέρονται οἱ ἄνθρωποι, ἔτσι ἀκριβῶς νά συμπεριφέρεστε κι ἐσεῖς σ΄ αὐτούς. Γιατί, ἄν ἀγαπᾶτε αὐτούς πού σᾶς ἀγαποῦν, ποιά εὔνοια περιμένετε ἀπό τό Θεό; Ἀφοῦ καί οἱ ἁμαρτωλοί ἀγαποῦν αὐτούς πού τούς ἀγαποῦν. Κι ἄν κάνετε καλό σ΄ αὐτούς πού σᾶς κάνουν καλό, ποιά εὔνοια περιμένετε ἀπό τό Θεό; Καί οἱ ἁμαρτωλοί τό ἴδιο κάνουν. Ἄν δανείζετε σ΄ ὅσους ἐλπίζετε νά σᾶς τά ἐπιστρέψουν, ποιά εὔνοια περιμένετε ἀπό τό Θεό; Καί οἱ ἁμαρτωλοί δανείζουν στούς ὁμοίους τους γιά νά τά πάρουν πίσω. Ἀντίθετα, ἐσεῖς ν΄ ἀγαπᾶτε τούς ἐχθρούς σας, νά κάνετε τό καλό καί νά δανείζετε, χωρίς νά περιμένετε νά πάρετε πίσω τίποτα. Ἔτσι, ὁ Θεός, πού εἶναι καλός ἀκόμα καί μέ τούς ἀχάριστους καί τούς κακούς, θά σᾶς ἀνταμείψει μέ τό παραπάνω καί θά σᾶς κάνει παιδιά του. Νά εἶστε λοιπόν σπλαχνικοί, ὅπως σπλαχνικός εἶναι κι ὁ Θεός Πατέρας σας».