top line
logo

Κυριακή 1 Νοεμβρίου - Ε΄ Λουκά

ΑΠΟΣΤΟΛΟΣ (Α΄ Κορ. ιβ΄ 27 – ιγ΄ 8)

Αδελφοί, ὑμεῖς ἐστε σῶμα Χριστοῦ καὶ μέλη ἐκ μέρους. Καὶ οὓς μὲν ἔθετο ὁ Θεὸς ἐν τῇ ἐκκλησίᾳ πρῶτον ἀποστόλους, δεύτερον προφήτας, τρίτον διδασκάλους, ἔπειτα δυνάμεις, εἶτα χαρίσματα ἰαμάτων, ἀντιλήψεις, κυβερνήσεις, γένη γλωσσῶν. Μὴ πάντες ἀπόστολοι; μὴ πάντες προφῆται; μὴ πάντες διδάσκαλοι; μὴ πάντες δυνάμεις; μὴ πάντες χαρίσματα ἔχουσιν ἰαμάτων; μὴ πάντες γλώσσαις λαλοῦσι; μὴ πάντες διερμηνεύουσι; Ζηλοῦτε δὲ τὰ χαρίσματα τὰ κρείτονα. Καὶ ἔτι καθ' ὑπερβολὴν ὁδὸν ὑμῖν δείκνυμι. Ἐὰν ταῖς γλώσσαις τῶν ἀνθρώπων λαλῶ καὶ τῶν ἀγγέλων, ἀγάπην δὲ μὴ ἔχω, γέγονα χαλκὸς ἠχῶν ἢ κύμβαλον ἀλαλάζον. Καὶ ἐὰν ἔχω προφητείαν καὶ εἰδῶ τὰ μυστήρια πάντα καὶ πᾶσαν τὴν γνῶσιν, καὶ ἐὰν ἔχω πᾶσαν τὴν πίστιν, ὥστε ὄρη μεθιστάνειν, ἀγάπην δὲ μὴ ἔχω, οὐδέν εἰμι. Καὶ ἐὰν ψωμίσω πάντα τὰ ὑπάρχοντά μου, καὶ ἐὰν παραδῶ τὸ σῶμά μου ἵνα καυθήσωμαι, ἀγάπην δὲ μὴ ἔχω, οὐδὲν ὠφελοῦμαι. Ἡ ἀγάπη μακροθυμεῖ, χρηστεύεται, ἡ ἀγάπη οὐ ζηλοῖ, ἡ ἀγάπη οὐ περπερεύεται, οὐ φυσιοῦται, οὐκ ἀσχημονεῖ, οὐ ζητεῖ τὰ ἑαυτῆς, οὐ παροξύνεται, οὐ λογίζεται τὸ κακόν, οὐ χαίρει ἐπὶ τῇ ἀδικίᾳ, συγχαίρει δὲ τῇ ἀληθείᾳ· πάντα στέγει, πάντα πιστεύει, πάντα ἐλπίζει, πάντα ὑπομένει. Ἡ ἀγάπη οὐδέποτε ἐκπίπτει.

Μετάφραση

Αδελφοί, ἐσεῖς ὅλοι μαζί ἀποτελεῖτε τό σῶμα τοῦ Χριστοῦ, καί εἶστε μέλη του, ὁ καθένας σας χωριστά. Γι΄ αὐτό στήν ἐκκλησία ὁ Θεός τοποθέτησε τόν καθένα στήν ὁρισμένη του θέση: πρῶτα ἔρχονται οἱ ἀπόστολοι, σέ δεύτερη θέση οἱ προφῆτες, σέ τρίτη οἱ διδάσκαλοι, καί ἀκολουθοῦν οἱ θαυματουργοί, οἱ θεραπευτές, αὐτοί πού παραστέκονται στίς ἀνάγκες, οἱ διαχειριστές, ὅσοι λαλοῦν διάφορα εἴδη γλωσσῶν. Δέν εἶναι ὅλοι ἀπόστολοι οὔτε ὅλοι προφῆτες οὔτε ὅλοι διδάσκαλοι. Δέν εἶναι ὅλοι θαυματουργοί οὔτε ὅλοι θεραπευτές οὔτε ὅλοι λαλοῦν γλῶσσες κι οὔτε ξέρουν πῶς νά τίς ἐξηγοῦν. Ὁ ζῆλος σας, μάλιστα, πρέπει νά στρέφεται πρός τά σημαντικότερα χαρίσματα. Σᾶς δείχνω κι ἕναν πολύ ἀνώτερο ἀκόμα δρόμο: Ἄν μπορῶ νά λαλῶ ὅλες τίς γλῶσσες τῶν ἀνθρώπων, ἀκόμα καί τῶν ἀγγέλων, ἀλλά δέν ἔχω ἀγάπη γιά τούς ἄλλους, οἱ λόγοι μου ἀκούγονται σάν ἦχος χάλκινης κα-μπάνας ἤ σάν κυμβάλου ἀλαλαγμός. Κι ἄν ἔχω τῆς προφητείας τό χάρισμα κι ὅλα κατέχω τά μυστήρια κι ὅλη τή γνώση, κι ἄν ἔχω ἀκόμα ὅλη τήν πίστη, ἔτσι πού νά μετακινῶ βουνά, ἀλλά δέν ἔχω ἀγάπη, εἶμαι ἕνα τίποτα. Κι ἄν ἀκόμα μοιράσω στούς φτωχούς ὅλα μου τά ὑπάρχοντα, κι ἄν παραδώσω στή φωτιά τό σῶμα μου γιά νά καεῖ, ἀλλά δέν ἔχω ἀγάπη, σέ τίποτα δέ μ΄ ὠφελεῖ. Ἐκεῖνος πού ἀγαπάει ἔχει μακροθυμία, ἔχει καί καλοσύνη· ἐκεῖνος πού ἀγαπάει δέ ζηλοφθονεῖ· ἐκεῖνος πού ἀγαπάει δέν κομπάζει οὔτε περιφανεύεται· εἶναι εὐπρεπής, δέν εἶναι ἐγωιστής οὔτε εὐερέθιστος· ξεχνάει τό κακό πού τοῦ ἔχουν κάνει. Δέ χαίρεται γιά τό στραβό πού γίνεται, ἀλλά μετέχει στή χαρά γιά τό σωστό. Ἐκεῖνος πού ἀγαπάει, ὅλα τά ἀνέχεται· σέ ὅλα ἐμπιστεύεται, γιά ὅλα ἐλπίζει, ὅλα τά ὑπομένει. Ποτέ ἡ ἀγάπη δέ θά πάψει νά ὑπάρχει.

ΕΥΑΓΓΕΛΙΟ (Λουκ. ιστ΄ 19-31)

Εἶπεν ὁ Κύριος· Ἄνθρωπος τις ἦν πλούσιος, καὶ ἐνεδιδύσκετο πορφύραν καὶ βύσσον εὐφραινόμενος καθ' ἡμέραν λαμπρῶς. Πτωχὸς δέ τις ἦν ὀνόματι Λάζαρος, ὃς ἐβέβλητο πρὸς τὸν πυλῶνα αὐτοῦ ἡλκωμένος καὶ ἐπιθυμῶν χορτασθῆναι ἀπὸ τῶν ψιχίων τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τοῦ πλουσίου· ἀλλὰ καὶ οἱ κύνες ἐρχόμενοι ἐπέλειχον τὰ ἕλκη αὐτοῦ. Ἐγένετο δὲ ἀποθανεῖν τὸν πτωχὸν καὶ ἀπενεχθῆναι αὐτὸν ὑπὸ τῶν ἀγγέλων εἰς τὸν κόλπον Ἀβραάμ· ἀπέθανε δὲ καὶ ὁ πλούσιος καὶ ἐτάφη. Καὶ ἐν τῷ ᾅδῃ ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ, ὑπάρχων ἐν βασάνοις, ὁρᾷ τόν Ἀβραὰμ ἀπὸ μακρόθεν καὶ Λάζαρον ἐν τοῖς κόλποις αὐτοῦ. Καὶ αὐτὸς φωνήσας εἶπε· Πάτερ Ἀβραάμ, ἐλέησόν με καὶ πέμψον Λάζαρον ἵνα βάψῃ τὸ ἄκρον τοῦ δακτύλου αὐτοῦ ὕδατος καὶ καταψύξῃ τὴν γλῶσσάν μου, ὅτι ὀδυνῶμαι ἐν τῇ φλογὶ ταύτῃ. Εἶπε δὲ Ἀβραάμ· Τέκνον, μνήσθητι ὅτι ἀπέλαβες σὺ τὰ ἀγαθά σου ἐν τῇ ζωῇ σου, καὶ Λάζαρος ὁμοίως τὰ κακά· νῦν δὲ ὧδε παρακαλεῖται, σὺ δὲ ὀδυνᾶσαι· καὶ ἐπὶ πᾶσι τούτοις μεταξὺ ἡμῶν καὶ ὑμῶν χάσμα μέγα ἐστήρικται, ὅπως οἱ θέλοντες διαβῆναι ἔνθεν πρὸς ὑμᾶς μὴ δύνωνται, μηδὲ οἱ ἐκεῖθεν πρὸς ἡμᾶς διαπερῶσιν. Εἶπε δέ· ἐρωτῶ οὖν σε, πάτερ, ἵνα πέμψῃς αὐτὸν εἰς τὸν οἶκον τοῦ πατρός μου· ἔχω γὰρ πέντε ἀδελφούς· ὅπως διαμαρτύρηται αὐτοῖς, ἵνα μὴ καὶ αὐτοὶ ἔλθωσιν εἰς τὸν τόπον τοῦτον τῆς βασάνου. Λέγει αὐτῷ Ἀβραάμ· Ἒχουσι Μωϋσέα καὶ τοὺς προφήτας· ἀκουσάτωσαν αὐτῶν. Ὁ δὲ εἶπεν· Οὐχί, πάτερ Ἀβραάμ, ἀλλ' ἐάν τις ἀπὸ νεκρῶν πορευθῇ πρὸς αὐτοὺς, μετανοήσουσιν. Εἶπε δὲ αὐτῷ· εἰ Μωϋσέως καὶ τῶν προφητῶν οὐκ ἀκούουσιν, οὐδὲ ἐάν τις ἐκ νεκρῶν ἀναστῇ πεισθήσονται.

Μετάφραση

Εἶπεν ὁ Κύριος: «Κάποιος ἄνθρωπος ἦταν πλούσιος, φοροῦσε πολυτελῆ ροῦχα καί τό τραπέζι του κάθε μέρα ἦταν λαμπρό. Κάποιος φτωχός ὅμως, πού τόν ἔλεγαν Λάζαρο, ἦταν πεσμένος κοντά στήν πόρτα τοῦ σπιτιοῦ τοῦ πλουσίου, γεμάτος πληγές. Αὐτός προσπαθοῦσε νά χορτάσει ἀπό τά ψίχουλα πού ἔπεφταν ἀπό τό τραπέζι τοῦ πλουσίου. Ἔρχονταν καί τά σκυλιά καί τοῦ ἔγλυφαν τίς πληγές. Πέθανε ὁ φτωχός, καί οἱ ἄγγελοι τόν πῆραν κοντά στόν Ἀβραάμ. Πέθανε κι ὁ πλούσιος καί τόν ἒθαψαν. Στόν ἅδη πού ἦταν καί βασανιζόταν σήκωσε τά μάτια του καί εἶδε ἀπό μακριά τόν Ἀβραάμ καί κοντά του τόν Λάζαρο. Τότε φώναξε ὁ πλούσιος καί εἶπε: “Πατέρα μου Ἀβραάμ, σπλαχνίσου μέ καί στεῖλε τό Λάζαρο νά βρέξει μέ νερό τήν ἄκρη τοῦ δάχτυλού μου καί νά μοῦ δροσίσει τή γλώσσα, γιατί ὑποφέρω μέσα σ΄ αὐτή τή φωτιά”. Ὁ Ἀβραάμ ὃμως τοῦ ἀπάντησε: “Παιδί μου, θυμήσου ὅτι ἐσύ ἀπόλαυσες τήν εὐτυχία στή ζωή σου, ὅπως κι ὁ Λάζαρος τή δυστυχία. Τώρα λοιπόν αὐτός χαίρεται ἐδῶ, κι ἐσύ ὑποφέρεις. Κι ἐκτός ἀπ΄ ὅλα αὐτά, ὑπάρχει ἀνάμεσά μας μεγάλο χάσμα, ὥστε αὐτοί πού θέλουν νά διαβοῦν ἀπό ἐδῶ σ΄ ἐσᾶς νά μήν μποροῦν, οὔτε οἱ ἀπό ἐκεῖ νά περάσουν σ΄ ἐμᾶς”. Εἶπε πάλι ὁ πλούσιος: “Τότε σέ παρακαλῶ, πατέρα, στεῖλε τόν στό σπίτι τοῦ πατέρα μου, νά προειδοποιήσει τούς πέντε ἀδερφούς μου, ὥστε νά μήν ἔρθουν κι αὐτοί σ΄ αὐτό τόν τόπο τῶν βασάνων”. Ὁ Ἀβραάμ τοῦ λέει: “Ἒχουν τά λόγια τοῦ Μωυσῆ καί τῶν προφητῶν· ἄς ὑπακούσουν σ΄ αὐτά”. “Ὂχι, πατέρα μου Ἀβραάμ”, τοῦ λέει ἐκεῖνος, “δέν ἀρκεῖ· ἀλλά ἄν κάποιος ἀπό τούς νεκρούς πάει σ΄ αὐτούς, θά μετανοήσουν”. Τοῦ λέει τότε ὁ Ἀβραάμ: «Ἂν δέν ὑπακοῦνε στά λόγια τοῦ Μωυσῆ καί τῶν προφητῶν, ἀκόμη κι ἄν ἀναστηθεῖ κάποιος ἀπό τούς νεκρούς, δέν πρόκειται νά πειστοῦν”».



| |

Ακολουθήστε μας στα social media