top line
logo

Τα άγια Θεοφάνεια

ΑΠΟΣΤΟΛΟΣ (Τίτ. β΄ 11-14, γ΄ 4-7)

Τέκνον Τίτε, ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ ἡ σωτήριος πᾶσιν ἀνθρώποις, παιδεύουσα ἡμᾶς ἵνα ἀρνησάμενοι τὴν ἀσέβειαν καὶ τὰς κοσμικὰς ἐπιθυμίας σωφρόνως καὶ δικαίως καὶ εὐσεβῶς ζήσωμεν ἐν τῷ νῦν αἰῶνι, προσδεχόμενοι τὴν μακαρίαν ἐλπίδα καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλου Θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ὃς ἔδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν, ἵνα λυτρώσηται ἡμᾶς ἀπὸ πάσης ἀνομίας καὶ καθαρίσῃ ἑαυτῷ λαὸν περιούσιον, ζηλωτὴν καλῶν ἔργων. Ὃτε δὲ ἡ χρηστότης καὶ ἡ φιλανθρωπία ἐπεφάνη τοῦ σωτῆρος ἡμῶν Θεοῦ, οὐκ ἐξ ἔργων τῶν ἐν δικαιοσύνῃ ὧν ἐποιήσαμεν ἡμεῖς, ἀλλὰ κατὰ τὸν αὐτοῦ ἔλεον ἔσωσεν ἡμᾶς διὰ λουτροῦ παλιγγενεσίας καὶ ἀνακαινώσεως Πνεύματος Ἁγίου, οὗ ἐξέχεεν ἐφ' ἡμᾶς πλουσίως διὰ Ἰησοῦ Χριστοῦ τοῦ σωτῆρος ἡμῶν, ἵνα δικαιωθέντες τῇ ἐκείνου χάριτι κληρονόμοι γενώμεθα κατ' ἐλπίδα ζωῆς αἰωνίου.

Μετάφραση

Παιδί μου Τίτε, ὁ Θεός φανέρωσε τή χάρη του, γιά νά σώσει ὅλους τούς ἀνθρώπους. Αὐτή ἡ χάρη μᾶς καθοδηγεῖ νά ἀρνηθοῦμε τήν ἀσέβεια καί τίς ἁμαρτωλές ἐπιθυμίες καί νά ζήσουμε μέ σωφροσύνη, μέ δικαιοσύνη καί μέ εὐσέβεια στόν παρόντα αἰώνα, περιμένοντας τή μακαριότητα πού ἐλπίζουμε, δηλαδή τήν ἐμφάνιση τῆς δόξας τοῦ μεγάλου Θεοῦ καί σωτήρα μας, τοῦ Ἰησοῦ Χριστοῦ. Αὐτός ἔδωσε τόν ἑαυτό του γιά μᾶς, γιά νά μᾶς λυτρώσει ἀπό κάθε ἀνομία, νά μᾶς καθαρίσει καί νά μᾶς κάνει ἕνα λαό πού νά ἀνήκει μόνο σ΄ αὐτόν καί νά καταγίνεται μέ ζῆλο στά καλά ἔργα. Ὅταν ὅμως ὁ σωτήρας μας ὁ Θεός φανέρωσε τήν καλοσύνη του καί τήν ἀγάπη του στούς ἀνθρώπους, μᾶς ἔσωσε, ὄχι γιά τά καλά ἔργα πού τυχόν κάναμε ἐμεῖς, ἀλλά γιατί μᾶς σπλαχνίστηκε. Μᾶς ἔσωσε μέ τό βάπτισμα τῆς ἀναγέννησης καί τῆς ἀνανέωσης πού χαρίζει τό Ἅγιο Πνεῦμα, πού τό σκόρπισε πλούσια πάνω μας διά τοῦ Ἰησοῦ Χριστοῦ τοῦ σωτήρα μας. Ἔτσι δικαιωθήκαμε μέ τή δική του χάρη καί κληρονομήσαμε τήν αἰώνια ζωή, πού τήν προσδοκᾶμε.

ΕΥΑΓΓΕΛΙΟ (Ματθ. γ΄ 13-17)

Tῷ καιρῷ ἐκείνῳ, παραγίνεται ὁ Ἰησοῦς ἀπὸ τῆς Γαλιλαίας ἐπὶ τὸν Ἰορδάνην πρὸς τὸν Ἰωάννην τοῦ βαπτισθῆναι ὑπ' αὐτοῦ. Ὁ δὲ Ἰωάννης διεκώλυεν αὐτὸν λέγων· Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι, καὶ σὺ ἔρχῃ πρός με;  Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν πρὸς αὐτόν· Ἄφες ἄρτι· οὕτω γὰρ πρέπον ἐστὶν ἡμῖν πληρῶσαι πᾶσαν δικαιοσύνην. Τότε ἀφίησιν αὐτόν· καὶ βαπτισθεὶς ὁ Ἰησοῦς ἀνέβη εὐθὺς ἀπὸ τοῦ ὕδατος· καὶ ἰδοὺ ἀνεῴχθησαν αὐτῷ οἱ οὐρανοί, καὶ εἶδεν τὸ Πνεῦμα τοῦ Θεοῦ καταβαῖνον ὡσεὶ περιστερὰν καὶ ἐρχόμενον ἐπ' αὐτόν·  καὶ ἰδοὺ φωνὴ ἐκ τῶν οὐρανῶν λέγουσα· Οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα.

Μετάφραση

Εκεῖνο τόν καιρό, ἔρχεται ὁ Ἰησοῦς ἀπό τή Γαλιλαία στόν Ἰορδάνη, πρός τόν Ἰωάννη γιά νά βαφτιστεῖ ἀπ΄ αὐτόν. Ὁ Ἰωάννης ὅμως τόν ἐμπόδιζε λέγοντάς του: «Ἐγώ ἔχω ἀνάγκη νά βαφτιστῶ ἀπό σένα κι ἔρχεσαι ἐσύ σ΄ ἐμένα;» Ὁ Ἰησοῦς ὅμως τοῦ ἀποκρίθηκε: «Ἄς τ΄ ἀφήσουμε τώρα αὐτά, γιατί πρέπει νά ἐκπληρώσουμε κι οἱ δυό μας, ὅτι προβλέπει τό σχέδιο τοῦ Θεοῦ». Τότε ὁ Ἰωάννης τόν ἄφησε νά βαφτιστεῖ. Βαφτίστηκε, λοιπόν, ὁ Ἰησοῦς κι ἀμέσως βγῆκε ἀπό τό νερό. Κι ἀμέσως ἄνοιξαν γι΄ αὐτόν οἱ οὐρανοί καί εἶδε τό Πνεῦμα τοῦ Θεοῦ σάν περιστέρι νά κατεβαίνει καί νά ἔρχεται πάνω του. Ἀκούστηκε τότε μιά φωνή ἀπό τά οὐράνια πού ἔλεγε: «Αὐτός εἶναι ὁ ἀγαπημένος μου Υἱός, αὐτός εἶναι ὁ ἐκλεκτός μου».


banner


| |

Ακολουθήστε μας στα social media