top line
logo

ΚΥΡΙΑΚΗ 20 Ἰανουαρίου 2019 - ΙΒ΄ ΛΟΥΚΑ - Δέκα λεπρῶν

ΑΠΟΣΤΟΛΟΣ (Β΄ Κορ. δ΄ 6-15)

Αδελφοί, ὁ Θεὸς ὁ εἰπὼν ἐκ σκότους φῶς λάμψαι, ὃς ἔλαμψεν ἐν ταῖς καρδίαις ἡμῶν πρὸς φωτισμὸν τῆς γνώσεως τῆς δόξης τοῦ Θεοῦ ἐν προσώπῳ Ἰησοῦ Χριστοῦ. Ἔχομεν δὲ τὸν θησαυρὸν τοῦτον ἐν ὀστρακίνοις σκεύεσιν, ἵνα ἡ ὑπερβολὴ τῆς δυνάμεως ᾖ τοῦ Θεοῦ καὶ μὴ ἐξ ἡμῶν, ἐν παντὶ θλιβόμενοι ἀλλ' οὐ στενοχωρούμενοι, ἀπορούμενοι ἀλλ' οὐκ ἐξαπορούμενοι, διωκόμενοι ἀλλ' οὐκ ἐγκαταλειπόμενοι, καταβαλλόμενοι ἀλλ' οὐκ ἀπολλύμενοι, πάντοτε τὴν νέκρωσιν τοῦ Κυρίου Ἰησοῦ ἐν τῷ σώματι περιφέροντες, ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ ἐν τῷ σώματι ἡμῶν φανερωθῇ. Ἀεὶ γὰρ ἡμεῖς οἱ ζῶντες εἰς θάνατον παραδιδόμεθα διὰ Ἰησοῦν, ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ φανερωθῇ ἐν τῇ θνητῇ σαρκὶ ἡμῶν. Ὣστε ὁ μὲν θάνατος ἐν ἡμῖν ἐνεργεῖται, ἡ δὲ ζωὴ ἐν ὑμῖν. Ἒχοντες δὲ τὸ αὐτὸ πνεῦμα τῆς πίστεως κατὰ τὸ γεγραμμένον,«Ἐπίστευσα, διὸ ἐλάλησα», καὶ ἡμεῖς πιστεύομεν, διὸ καὶ λαλοῦμεν, εἰδότες ὅτι ὁ ἐγείρας τὸν Κύριον Ἰησοῦν καὶ ἡμᾶς διὰ Ἰησοῦ ἐγερεῖ καὶ παραστήσει σὺν ὑμῖν. Τὰ γὰρ πάντα δι' ὑμᾶς, ἵνα ἡ χάρις πλεονάσασα διὰ τῶν πλειόνων τὴν εὐχαριστίαν περισσεύσῃ εἰς τὴν δόξαν τοῦ Θεοῦ.

Μετάφραση

Αδελφοί, ὁ Θεός πού εἶπε νά λάμψει φῶς μέσα ἀπό τό σκοτάδι, αὐτός ὁ ἴδιος ἔλαμψε μέσα στίς καρδιές μας καί μᾶς φώτισε νά γνωρίσουμε τή δόξα του στο πρόσωπο τοῦ Ἰησοῦ Χριστοῦ. Ἀλλά ἐμεῖς πού ἔχουμε αὐτόν τό θησαυρό εἴμαστε σάν τά πήλινα δοχεῖα· ἔτσι γίνεται φανερό πώς ἡ ὑπερβολική ἀξία τοῦ θησαυροῦ αὐτοῦ προέρχεται ἀπό τό Θεό κι ὄχι ἀπό μᾶς. Ἄν καί μᾶς πιέζουν ἀπό παντοῦ, δέ μᾶς καταβάλλουν. Βρισκόμαστε σέ ἀδιέξοδο, ὅμως δέν ἀπελπιζόμαστε. Μᾶς καταδιώκουν, ὁ Θεός ὅμως δέ μᾶς ἐγκαταλείπει. Μᾶς ρίχνουν κάτω, μά δέ χάνουμε τόν ἀγώνα. Συνεχῶς ὑποφέρουμε σωματικά μετέχοντας ἔτσι στό θάνατο τοῦ Κυρίου Ἰησοῦ, γιά νά φανερωθεῖ στό πρόσωπό μας ἡ ζωή τοῦ ἀναστημένου Ἰησοῦ. Δηλαδή εἴμαστε ζωντανοί, ἀλλά ἐκθέτουμε συνεχῶς τόν ἑαυτό μας στό θάνατο γιά χάρη τοῦ Ἰησοῦ, ὥστε νά φανερωθεῖ στό θνητό μας σῶμα ἡ ζωή τοῦ Ἰησοῦ. Ἔτσι, ἐμᾶς μᾶς ἀπειλεῖ συνεχῶς ὁ θάνατος, ἐνῶ ἐσεῖς κερδίζετε τή ζωή. Ἔχουμε, λοιπόν, τήν ἴδια ἐμπιστοσύνη στό Θεό, πού ἀναφέρει ἡ Γραφή: Ἐμπιστεύτηκα τόν ἑαυτό μου στό Θεό, γι’ αὐτό καί μίλησα. Κι ἐμεῖς ἔχουμε ἐμπιστοσύνη στό Θεό, γι’ αὐτό καί κηρύττουμε. Ξέρουμε ὅτι ὁ Θεός, πού ἀνέστησε τόν Κύριο Ἰησοῦ, θά ἀναστήσει καί ἐμᾶς διά τοῦ Ἰησοῦ καί θά μᾶς παρουσιάσει μπροστά του μαζί σας. Ὅλα, λοιπόν, γίνονται γιά σᾶς. Ἔτσι, ὅσο πιό πολλοί δεχτοῦν τή χάρη τόσο πιό μεγάλη θά εἶναι ἡ εὐχαριστία καί ἡ δοξολογία πρός τό Θεό.

ΕΥΑΓΓΕΛΙΟ (Λουκ. ιζ΄ 12-19)

Tῷ καιρῷ ἐκείνῳ, εἰσερχομένου τοῦ Ἰησοῦ εἴς τινα κώμην ἀπήντησαν αὐτῷ δέκα λεπροὶ ἄνδρες, οἳ ἔστησαν πόρρωθεν, καὶ αὐτοὶ ἦραν φωνὴν λέγοντες· Ἰησοῦ ἐπιστάτα, ἐλέησον ἡμᾶς. Καὶ ἰδὼν εἶπεν αὐτοῖς· Πορευθέντες ἐπιδείξατε ἑαυτοὺς τοῖς ἱερεῦσι. Καὶ ἐγένετο ἐν τῷ ὑπάγειν αὐτοὺς ἐκαθαρίσθησαν. Εἷς δὲ ἐξ αὐτῶν, ἰδὼν ὅτι ἰάθη, ὑπέστρεψε μετὰ φωνῆς μεγάλης δοξάζων τὸν Θεόν, καὶ ἔπεσεν ἐπὶ πρόσωπον παρὰ τοὺς πόδας αὐτοῦ εὐχαριστῶν αὐτῷ· καὶ αὐτὸς ἦν Σαμαρείτης. Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν· Οὐχὶ οἱ δέκα ἐκαθαρίσθησαν; οἱ δὲ ἐννέα ποῦ; οὐχ εὑρέθησαν ὑποστρέψαντες δοῦναι δόξαν τῷ Θεῷ εἰ μὴ ὁ ἀλλογενὴς οὗτος; Καὶ εἶπεν αὐτῷ· Ἀναστὰς πορεύου· ἡ πίστις σου σέσωκέ σε.

Μετάφραση

Εκεῖνο τόν καιρό, καθώς ἔμπαινε ὁ Ἰησοῦς σ’ ἕνα χωριό, τόν συνάντησαν δέκα λεπροί· στάθηκαν λοιπόν ἀπό μακριά καί τοῦ φώναζαν δυνατά: «Ἰησοῦ, ἀφέντη, ἐλέησέ μας!» Βλέποντάς τους ἐκεῖνος τούς εἶπε: «Πηγαίνετε νά σᾶς ἐξετάσουν οἱ ἱερεῖς». Καί καθώς πήγαιναν, καθαρίστηκαν ἀπό τή λέπρα. Ἕνας ἀπ΄ αὐτούς, ὅταν εἶδε ὅτι θεραπεύτηκε, γύρισε δοξάζο-ντας μέ δυνατή φωνή τόν Θεό, ἔπεσε μέ τό πρόσωπο στά πόδια τοῦ Ἰησοῦ καί τόν εὐχαριστοῦσε. Κι αὐτός ἦταν Σαμαρείτης. Τότε ὁ Ἰησοῦς εἶπε: «Δέν θεραπεύτηκαν καί οἱ δέκα; Οἱ ἄλλοι ἐννιά ποῦ εἶναι; Κανένα τους δέν βρέθηκε νά γυρίσει νά δοξάσει τόν Θεό παρά μόνο τοῦτος ἐδῶ ὁ ἀλλοεθνής;» Καί σ’ αὐτόν εἶπε: «Σήκω καί πήγαινε στό καλό· ἡ πίστη σου σέ ἔσωσε».


banner


| |

Ακολουθήστε μας στα social media