top line
logo

Κυριακή 12 Μαΐου – Των Μυροφόρων

ΑΠΟΣΤΟΛΟΣ (Α΄ Τιμ., στ΄, 11-16)

Τέκνον Τιμόθεε, δίωκε δικαιοσύνην, εὐσέβειαν, πίστιν, ἀγάπην, ὑπομονήν, πρᾳότητα. Ἀγωνίζου τὸν καλὸν ἀγῶνα τῆς πίστεως· ἐπιλαβοῦ τῆς αἰωνίου ζωῆς, εἰς ἣν ἐκλήθης καὶ ὡμολόγησας τὴν καλὴν ὁμολογίαν ἐνώπιον πολλῶν μαρτύρων. Παραγγέλλω σοι ἐνώπιον τοῦ Θεοῦ τοῦ ζωοποιοῦντος τὰ πάντα καὶ Χριστοῦ Ἰησοῦ τοῦ μαρτυρήσαντος ἐπὶ Ποντίου Πιλάτου τὴν καλὴν ὁμολογίαν, τηρῆσαί σε τὴν ἐντολὴν ἄσπιλον, ἀνεπίληπτον μέχρι τῆς ἐπιφανείας τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἣν καιροῖς ἰδίοις δείξει ὁ μακάριος καὶ μόνος δυνάστης, ὁ βασιλεὺς τῶν βασιλευόντων καὶ κύριος τῶν κυριευόντων, ὁ μόνος ἔχων ἀθανασίαν, φῶς οἰκῶν ἀπρόσιτον, ὃν εἶδεν οὐδεὶς ἀνθρώπων οὐδὲ ἰδεῖν δύναται· ᾧ τιμὴ καὶ κράτος αἰώνιον· ἀμήν.

Μετάφραση

Παιδί μου Τιμόθεε, νά ἐπιδιώκεις τή δικαιοσύνη, τήν εὐσέβεια, τήν πίστη, τήν ἀγάπη, τήν ὑπομονή, τήν πραότητα. Νά ἀγωνίζεσαι τόν ὡραῖο ἀγώνα τῆς πίστεως. Κατάκτησε ἒτσι τήν αἰώνια ζωή, στήν ὁποία καί σέ κάλεσε ὁ Θεός, γιά τήν ὁποία ὁμολόγησες τήν καλή ὁμολογία μπροστά σέ πολλούς μάρτυρες. Σοῦ παραγγέλλω μπροστά στό Θεό, πού δίνει ζωή στά πάντα, καί μπροστά στόν Ἰησοῦ Χριστό, πού ἒδωσε στόν Πόντιο Πιλάτο τή μαρτυρία τῆς καλῆς ὁμολογίας· τήν ἐντολή πού σοῦ δόθηκε, νά τήν φυλάγεις ἀκηλίδωτη καί ἂψογη, ὣσπου νά ἒρθει ὁ Κύριος μας Ἰησοῦς Χριστός· αὐτόν, ὃταν ἒρθει ὁ καιρός, θά τόν φανερώσει ὁ Θεός, ὁ μακάριος καί μόνος ἐξουσιαστής, ὁ βασιλέας τῶν βασιλέων καί ὁ κυρίαρχος τῶν κυριάρχων. Αὐτός εἶναι ὁ μόνος ἀθάνατος καί κατοικεῖ σε φῶς ἀπρόσιτο. Κανένας ἀπό τούς ἀνθρώπους οὒτε τόν εἶδε οὒτε μπορεῖ νά τόν δεῖ. Σ’ αὐτόν ἡ τιμή καί ἡ αἰώνια δύναμη! Ἀμήν.

ΕΥΑΓΓΕΛΙΟ (Μαρκ. ιε΄ 43 - ιστ΄ 8)

Τῷ καιρῷ ἐκείνῳ, ἐλθὼν Ἰωσὴφ ὁ ἀπὸ Ἁριμαθαίας, εὐσχήμων βουλευτής, ὃς καὶ αὐτὸς ἦν προσδεχόμενος τὴν βασιλείαν τοῦ Θεοῦ, τολμήσας εἰσῆλθε πρὸς Πιλᾶτον καὶ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ. Ὁ δὲ Πιλᾶτος ἐθαύμασεν εἰ ἤδη τέθνηκε, καὶ προσκαλεσάμενος τὸν κεντυρίωνα ἐπηρώτησεν αὐτὸν εἰ πάλαι ἀπέθανε· καὶ γνοὺς ἀπὸ τοῦ κεντυρίωνος ἐδωρήσατο τὸ σῶμα τῷ Ἰωσήφ. Καὶ ἀγοράσας σινδόνα καὶ καθελὼν αὐτὸν ἐνείλησε τῇ σινδόνι καὶ κατέθηκεν αὐτὸν ἐν μνημείῳ ὃ ἦν λελατομημένον ἐκ πέτρας, καὶ προσεκύλισε λίθον ἐπὶ τὴν θύραν τοῦ μνημείου. Ἡ δὲ Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία Ἰωσῆ ἐθεώρουν ποῦ τίθεται. Καὶ διαγενομένου τοῦ σαββάτου Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία ἡ τοῦ Ἰακώβου καὶ Σαλώμη ἠγόρασαν ἀρώματα ἵνα ἐλθοῦσαι ἀλείψωσιν αὐτόν. Καὶ λίαν πρωῒ τς μιᾶς σαββάτων ἔρχονται ἐπὶ τὸ μνημεῖον, ἀνατείλαντος τοῦ ἡλίου. Καὶ ἔλεγον πρὸς ἑαυτάς· Τίς ἀποκυλίσει ἡμῖν τὸν λίθον ἐκ τῆς θύρας τοῦ μνημείου; Καὶ ἀναβλέψασαι θεωροῦσιν ὅτι ἀποκεκύλισται ὁ λίθος· ἦν γὰρ μέγας σφόδρα. Καὶ εἰσελθοῦσαι εἰς τὸ μνημεῖον εἶδον νεανίσκον καθήμενον ἐν τοῖς δεξιοῖς, περιβεβλημένον στολὴν λευκήν, καὶ ἐξεθαμβήθησαν. Ὁ δὲ λέγει αὐταῖς· Μὴ ἐκθαμβεῖσθε· Ἰησοῦν ζητεῖτε τὸν Ναζαρηνὸν τὸν ἐσταυρωμένον· ἠγέρθη, οὐκ ἔστιν ὧδε· ἴδε ὁ τόπος ὅπου ἔθηκαν αὐτόν. Ἀλλ' ὑπάγετε εἴπατε τοῖς μαθηταῖς αὐτοῦ καὶ τῷ Πέτρῳ ὅτι προάγει ὑμᾶς εἰς τὴν Γαλιλαίαν· ἐκεῖ αὐτὸν ὄψεσθε, καθὼς εἶπεν ὑμῖν. Καὶ ἐξελθοῦσαι ἔφυγον ἀπὸ τοῦ μνημείου· εἶχε δὲ αὐτὰς τρόμος καὶ ἔκστασις, καὶ οὐδενὶ οὐδὲν εἶπον· ἐφοβοῦντο γάρ.

Μετάφραση

Εκεῖνο τόν καιρό, ὁ Ἰωσήφ, ἕνα ἀξιοσέβαστο μέλος τοῦ συνεδρίου, πού καταγόταν ἀπό τήν Ἀριμαθαία, καί περίμενε κι αὐτός τή βασιλεία τοῦ Θεοῦ, τόλμησε νά πάει στόν Πιλάτο καί νά τοῦ ζητήσει τό σῶμα τοῦ Ἰησοῦ. Ὁ Πιλάτος ἀπόρησε πού ὁ Ἰησοῦς εἶχε κιόλας πεθάνει. Κάλεσε τόν ἑκατόνταρχο καί τόν ρώτησε ἄν εἶχε πεθάνει ἀπό ὤρα. Ὅταν πῆρε τήν ἀπάντηση ἀπό τόν ἑκατόνταρχο, χάρισε τό σῶμα στόν Ἰωσήφ. Ἐκεῖνος ἀγόρασε ἕνα σεντόνι, κατέβασε τόν Ἰησοῦ, τόν τύλιξε μ΄ αὐτό καί τόν τοποθέτησε σ΄ ἕνα μνῆμα πού ἦταν λαξεμένο σέ βράχο· μετά κύλησε ἕνα λιθάρι κι ἔκλεισε τήν εἴσοδο τοῦ μνήματος. Ἡ Μαρία ἡ Μαγδαληνή καί ἡ Μαρία ἡ μητέρα τοῦ Ἰωσή παρακολουθοῦσαν πού τόν ἔβαλαν. Ὅταν πέρασε τό Σάββατο, ἡ Μαρία ἡ Μαγδαληνή καί ἡ Μαρία ἡ μητέρα τοῦ Ἰακώβου, καί ἡ Σαλώμη, ἀγόρασαν ἀρώματα, γιά νά πᾶνε ν΄ ἀλείψουν τό σῶμα τοῦ Ἰησοῦ. Ἦρθαν στό μνῆμα πολύ πρωί τήν ἑπομένη τοῦ Σαββάτου, μόλις ἀνέτειλε ὁ ἥλιος. Κι ἔλεγαν μεταξύ τους: «Ποιός θά μᾶς κυλήσει τήν πέτρα ἀπό τήν εἴσοδο τοῦ μνήματος;» Γιατί ἦταν πάρα πολύ μεγάλη. Μόλις ὅμως κοίταξαν πρός τά ΄κεῖ, παρατήρησαν ὅτι ἡ πέτρα εἶχε κυλήσει ἀπό τόν τόπο της. Μόλις μπῆκαν στό μνῆμα, εἶδαν ἕνα νεαρό μέ λευκή στολή νά κάθεται στά δεξιά, καί τρόμαξαν. Αὐτός ὅμως τούς εἶπε: «Μήν τρομάζετε. Ψάχνετε γιά τόν Ἰησοῦ ἀπό τή Ναζαρέτ, τό σταυρωμένο. Ἀναστήθηκε. Δέν εἶναι ἐδῶ. Νά καί τό μέρος ὅπου τόν εἶχαν βάλει. Πηγαίνετε τώρα καί πεῖτε στούς μαθητές του καί στόν Πέτρο: «πηγαίνει πρίν ἀπό σᾶς στήν Γαλιλαία καί σᾶς περιμένει· ἐκεῖ θά τόν δεῖτε, ὅπως σᾶς τό εἶπε». Οἱ γυναῖκες βγῆκαν κι ἔφυγαν ἀπό τό μνῆμα γεμάτες τρόμο καί δέος· δέν εἶπαν ὅμως τίποτα σέ κανέναν, γιατί ἦταν φοβισμένες.


banner


| |

Ακολουθήστε μας στα social media