top line
logo

Κυριακή 10 Φεβρουαρίου 2019 - ΙΖ΄ Ματθαίου (Χαναναίας)

ΑΠΟΣΤΟΛΟΣ (Β΄ Τιμ. β΄ 1-10)

Τέκνον Τιμόθεε, ἐνδυναμοῦ ἐν τῇ χάριτι τῇ ἐν Χριστῷ Ἰησοῦ, καὶ ἃ ἤκουσας παρ' ἐμοῦ διὰ πολλῶν μαρτύρων, ταῦτα παράθου πιστοῖς ἀνθρώποις, οἵτινες ἱκανοὶ ἔσονται καὶ ἑτέρους διδάξαι. Σὺ οὖν κακοπάθησον ὡς καλὸς στρατιώτης Ἰησοῦ Χριστοῦ. Οὐδεὶς στρατευόμενος ἐμπλέκεται ταῖς τοῦ βίου πραγματείαις, ἵνα τῷ στρατολογήσαντι ἀρέσῃ. Ἐὰν δὲ καὶ ἀθλῇ τις, οὐ στεφανοῦται, ἐὰν μὴ νομίμως ἀθλήσῃ. Τὸν κοπιῶντα γεωργὸν δεῖ πρῶτον τῶν καρπῶν μεταλαμβάνειν. Νόει ἃ λέγω· δῴη γάρ σοι ὁ Κύριος σύνεσιν ἐν πᾶσι. Μνημόνευε Ἰησοῦν Χριστὸν ἐγηγερμένον ἐκ νεκρῶν, ἐκ σπέρματος Δαυίδ, κατὰ τὸ εὐαγγέλιόν μου, ἐν ᾧ κακοπαθῶ μέχρι δεσμῶν ὡς κακοῦργος· ἀλλ' ὁ λόγος τοῦ Θεοῦ οὐ δέδεται. Διὰ τοῦτο πάντα ὑπομένω διὰ τοὺς ἐκλεκτούς, ἵνα καὶ αὐτοὶ σωτηρίας τύχωσι τῆς ἐν Χριστῷ Ἰησοῦ μετὰ δόξης αἰωνίου.

Μετάφραση

Παιδί μου Τιμόθεε, νά παίρνεις δύναμη ἀπό τή χάρη πού μᾶς ἔδωσε ὁ Ἰησοῦς Χριστός. Κι ὅσα ἄκουσες ἀπό μένα μπροστά σέ πολλούς μάρτυρες, αὐτά νά τά μεταδώσεις σέ ἔμπιστους ἀνθρώπους, πού θά εἶναι ἱκανοί νά διδάξουν καί ἄλλους. Κακοπάθησε λοιπόν σάν καλός στρατιώτης τοῦ Ἰησοῦ Χριστοῦ. Κανείς στρατευμένος δέν μπλέκεται στίς ὑποθέσεις τῆς καθημερινῆς ζωῆς, ἄν θέλει νά εἶναι συνεπής ἀπέναντι σ΄ ἐκεῖνον πού τόν στρατολόγησε. Κι ὅταν κάποιος μετέχει σέ ἀθλητικούς ἀγῶνες, δέν παίρνει τό στεφάνι τῆς νίκης, ἄν δέν ἀγωνιστεῖ σύμφωνα μέ τούς κανόνες. Ὁ γεωργός πρέπει νά κοπιάσει, γιά νά μπορέσει νά φάει πρῶτος ἀπό τούς καρπούς. Προσπάθησε νά καταλάβεις αὐτά πού λέω. Ὁ Κύριος νά σέ βοηθήσει νά τά ἐννοήσεις ὅλα. Νά μήν ξεχνᾶς τόν Ἰησοῦ Χριστό, τόν ἀναστημένο ἀπό τούς νεκρούς καί ἀπόγονο τοῦ Δαβίδ, σύμφωνα μέ τό εὐαγγέλιο πού κηρύττω. Γιά τό εὐαγγέλιο αὐτό κακοπαθῶ ὡς τό σημεῖο νά μέ δέσουν σάν κακοῦργο. Ἀλλά ὁ λόγος τοῦ Θεοῦ δέν δένεται. Γι΄ αὐτό, ὅλα τά ὑπομένω γιά χάρη τῶν ἐκλεκτῶν τοῦ Θεοῦ, γιά νά πετύ- χουν κι αὐτοί τή σωτηρία πού ἔφερε ὁ Ἰησοῦς Χριστός καί νά δοξαστοῦν αἰώνια.

ΕΥΑΓΓΕΛΙΟ (Λουκ. ιζ΄ 12-19)

 Tῷ καιρῷ ἐκείνῳ, ἐξῆλθεν  ὁ Ἰησοῦς εἰς τὰ μέρη Τύρου καὶ Σιδῶνος. Καὶ ἰδοὺ γυνὴ Χαναναία ἀπὸ τῶν ὁρίων ἐκείνων ἐξελθοῦσα ἐκραύγασεν αὐτῷ λέγουσα· Ἐλέησόν με, Κύριε, υἱὲ Δαυῒδ· ἡ θυγάτηρ μου κακῶς δαιμονίζεται. Ὁ δὲ οὐκ ἀπεκρίθη αὐτῇ λόγον. Καὶ προσελθόντες οἱ μαθηταὶ αὐτοῦ ἠρώτουν αὐτὸν λέγοντες· Ἀπόλυσον αὐτήν, ὅτι κράζει ὄπισθεν ἡμῶν. Ὁ δὲ ἀποκριθεὶς εἶπεν· Οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ. Ἡ δὲ ἐλθοῦσα προσεκύνησεν αὐτῷ λέγουσα· Κύριε, βοήθει μοι. Ὁ δὲ ἀποκριθεὶς εἶπεν· Οὐκ ἔστι καλὸν λαβεῖν τὸν ἄρτον τῶν τέκνων καὶ βαλεῖν τοῖς κυναρίοις. Ἡ δὲ εἶπε· Ναί, Κύριε, καὶ γὰρ τὰ κυνάρια ἐσθίει ἀπὸ τῶν ψιχίων τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τῶν κυρίων αὐτῶν. Τότε ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτῇ· Ὦ γύναι, μεγάλη σου ἡ πίστις! Γενηθήτω σοι ὡς θέλεις. Καὶ ἰάθη ἡ θυγάτηρ αὐτῆς ἀπὸ τῆς ὥρας ἐκείνης.

Μετάφραση

Εκεῖνο τόν καιρό, ἒφυγε ὁ Ἰησοῦς γιά τήν περιοχή τῆς Τύρου καί τῆς Σιδώνας. Τότε μιά γυναίκα Χαναναία βγῆκε ἔξω ἀπό τά ὅρια τῆς περιοχῆς ἐκείνης καί τοῦ φώναζε δυνατά: «Ἐλέησέ με, Κύριε, Υἱέ τοῦ Δαβίδ. Ἡ θυγατέρα μου βασανίζεται ἀπό δαιμόνιο». Αὐτός δέν τῆς ἀπαντοῦσε λέξη. Τόν πλησίασαν τότε οἱ μαθητές του καί τόν παρακαλοῦσαν: «Διῶξε την, γιατί μᾶς ἀκολουθεῖ καί φωνάζει». Ὁ Ἰησοῦς εἶπε: «Ἔχω ἀποσταλεῖ μόνο γιά τούς πλανεμένους Ἰσραηλίτες». Ἐκείνη ὅμως ἦρθε καί τόν προσκύνησε λέγοντας: «Κύριε, βοήθησέ με». Αὐτός τῆς ἀποκρίθηκε: «Δέν εἶναι σωστό νά πάρει κανείς τό ψωμί τῶν παιδιῶν καί νά τό πετάξει στά σκυλιά». «Ναί, Κύριε», εἶπε ἐκείνη, «ἀλλά καί τά σκυλιά τρῶνε ἀπό τά ψίχουλα πού πέφτουν ἀπό τό τραπέζι τῶν κυρίων τους». Τότε ὁ Ἰησοῦς τῆς ἀπάντησε: «Μεγάλη εἶναι ἡ πίστη σου, γυναίκα! Ἄς γίνει ὅπως τό θέλεις». Κι ἀπό κείνη τήν ὥρα γιατρεύτηκε ἡ θυγατέρα της.



| |

Ακολουθήστε μας στα social media