top line
logo

Κυριακή 6 Ὀκτωβρίου - Γ΄ Λουκά - Κενδέου ὁσίου τοῦ θαυματουργοῦ

ΑΠΟΣΤΟΛΟΣ (Β΄ Κορ.  στ΄ 1-10)

Αδελφοί, συνεργοῦντες παρακαλοῦμεν μὴ εἰς κενὸν τὴν χάριν τοῦ Θεοῦ δέξασθαι ὑμᾶς - λέγει γάρ· «καιρῷ δεκτῷ ἐπήκουσά σου καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησά σοι»· ἰδοὺ νῦν καιρὸς εὐπρόσδεκτος, ἰδοὺ νῦν ἡμέρα σωτηρίας - μηδεμίαν ἐν μηδενὶ διδόντες προσκοπήν, ἵνα μὴ μωμηθῇ ἡ διακονία, ἀλλ’ ἐν παντὶ συνιστῶντες ἑαυτοὺς ὡς Θεοῦ διάκονοι, ἐν ὑπομονῇ πολλῇ, ἐν θλίψεσιν, ἐν ἀνάγκαις, ἐν στενοχωρίαις, ἐν πληγαῖς, ἐν φυλακαῖς, ἐν ἀκαταστασίαις, ἐν κόποις, ἐν ἀγρυπνίαις, ἐν νηστείαις, ἐν ἁγνότητι, ἐν γνώσει, ἐν μακροθυμίᾳ, ἐν χρηστότητι, ἐν Πνεύματι ἁγίῳ, ἐν ἀγάπῃ ἀνυποκρίτῳ, ἐν λόγῳ ἀληθείας, ἐν δυνάμει Θεοῦ, διὰ τῶν ὅπλων τῆς δικαιοσύνης τῶν δεξιῶν καὶ ἀριστερῶν, διὰ δόξης καὶ ἀτιμίας, διὰ δυσφημίας καὶ εὐφημίας, ὡς πλάνοι καὶ ἀληθεῖς, ὡς ἀγνοούμενοι καὶ ἐπιγινωσκόμενοι, ὡς ἀποθνήσκοντες καὶ ἰδοὺ ζῶμεν, ὡς παιδευόμενοι καὶ μὴ θανατούμενοι, ὡς λυπούμενοι ἀεὶ δὲ χαίροντες, ὡς πτωχοὶ, πολλοὺς δὲ πλουτίζοντες, ὡς μηδὲν ἔχοντες καὶ πάντα κατέχοντες.

Μετάφραση

Αδελφοί, συνεργάτες τοῦ Θεοῦ καθώς εἴμαστε, σᾶς παρακαλοῦμε νά μήν ἀφήσετε νά πάει χαμένη ἡ χάρη τοῦ Θεοῦ πού δεχτήκατε, γιατί ἡ Γραφή λέει: Στόν καιρό τῆς χάρης σέ ἄκουσα, καί τήν ἡμέρα τῆς σωτηρίας σέ βοήθησα. Νά, τώρα εἶναι ὁ καιρός τῆς χάρης, τώρα εἶναι ἡ ἡμέρα τῆς σωτηρίας. Κανένα πρόσκομμα δέ φέρνουμε σέ κανένα, γιά νά μή δυσφημηθεῖ τό ἔργο μας. Ἀντίθετα, μέ κάθε τρόπο συστήνουμε τόν ἑαυτό μας σάν ὑπηρέτες τοῦ Θεοῦ: μέ τή μεγάλη ὑπομονή μας, μέ τίς θλίψεις,  μέ τίς δυσχέρειες, τίς στενοχώριες, τίς κακοποιήσεις, τίς φυλακίσεις, τίς ἐξεγέρσεις ἐναντίον μας, τίς ταλαιπωρίες, τίς ἀγρυπνίες, τήν πείνα. Συστήνουμε τούς ἑαυτούς μας μέ τήν ἐντιμότητα, τή γνώση τῆς ἀλήθειας, τήν ἀνεκτικότητα, τήν καλοσύνη, τή φώτιση τοῦ Ἁγίου Πνεύματος, τήν ἀνυπόκριτη ἀγάπη, τό κήρυγμα γιά τήν ἀλήθεια, τή δύναμη τοῦ Θεοῦ, μέ τά ὄπλα τῆς σωτηρίας τά ἐπιθετικά καί τά ἀμυντικά, δοκιμάζοντας δόξα καί ἀτίμωση, δυσφήμηση καί ἔπαινο· μᾶς θεωροῦν λαοπλάνους, καί ὅμως λέμε τήν ἀλήθεια· μᾶς ἀγνοοῦν καί ὅμως γινόμαστε γνωστοί· φτάνουμε στό θάνατο, καί νά πού ζοῦμε· μᾶς βασανίζουν, ἀλλά δέν πεθαίνουμε· μᾶς προξενοῦν στενοχώριες καί ὅμως πάντοτε χαιρόμαστε· εἴμαστε φτωχοί, κάνουμε ὅμως πολλούς νά πλουτίσουν· δέν ἔχουμε τίποτε καί κατέχουμε τά πάντα.

ΕΥΑΓΓΕΛΙΟ (Λουκ. ζ΄ 11-16)

Τῷ καιρῷ ἐκείνῳ, ἐπορεύετο ὁ Ἰησοῦς εἰς πόλιν καλουμένην Ναΐν· καὶ συνεπορεύοντο αὐτῷ οἱ μαθηταὶ αὐτοῦ ἱκανοὶ καὶ ὄχλος πολύς. Ὡς δὲ ἤγγισε τῇ πύλῃ τῆς πόλεως, καὶ ἰδοὺ ἐξεκομίζετο τεθνηκὼς υἱὸς μονογενὴς τῇ μητρὶ αὐτοῦ, καὶ αὕτη ἦν χήρα, καὶ ὄχλος τῆς πόλεως ἱκανὸς ἦν σὺν αὐτῇ. Καὶ ἰδὼν αὐτὴν ὁ Κύριος ἐσπλαγχνίσθη ἐπ' αὐτῇ καὶ εἶπεν αὐτῇ· Μὴ κλαῖε· καὶ προσελθὼν ἥψατο τῆς σοροῦ, οἱ δὲ βαστάζοντες ἔστησαν, καὶ εἶπε· Νεανίσκε, σοὶ λέγω, ἐγέρθητι. Καὶ ἀνεκάθισεν ὁ νεκρὸς καὶ ἤρξατο λαλεῖν, καὶ ἔδωκεν αὐτὸν τῇ μητρὶ αὐτοῦ. Ἒλαβε δὲ φόβος πάντας, καὶ ἐδόξαζον τὸν Θεὸν, λέγοντες ὅτι προφήτης μέγας ἠγήγερται ἐν ἡμῖν, καὶ ὅτι ἐπεσκέψατο ὁ Θεὸς τὸν λαὸν αὐτοῦ.

Μετάφραση

Εκεῖνο τόν καιρό, πῆγε ὁ Ἰησοῦς σέ μία πόλη πού λεγότανε Ναΐν. Μαζί του ἦταν ἀρκετοί μαθητές του καί πολύ πλῆθος. Τήν ὥρα πού πλησίαζαν στήν πύλη τῆς πόλης, βγάζανε ἕνα νεκρό, τό μονάκριβο γιό μιάς μάνας, πού μάλιστα ἦταν χήρα. Κόσμος πολύς ἀπό τήν πόλη τή συνόδευε. Ὅταν εἶδε τή χήρα ὁ Κύριος, τή σπλαχνίστηκε καί τῆς εἶπε: «Μήν κλαῖς». Ἔπειτα προχώρησε, ἀκούμπησε τή σορό, καί, ἀφοῦ στό μεταξύ αὐτοί πού βαστοῦσαν τό φέρετρο σταμάτησαν, εἶπε: «Νεαρέ, σέ διατάζω νά σηκωθεῖς». Ἀνακάθισε ὁ νεκρός κι ἄρχισε νά μιλάει. Ὁ Ἰησοῦς τότε τόν παρέδωσε στή μητέρα του. Ὅλους τους κυρίεψε δέος καί δόξαζαν τό Θεό λέγοντας: «Μεγάλος προφήτης ἐμφανίστηκε ἀνάμεσά μας!» καί: «Ὁ Θεός ἦρθε νά σώσει τό λαό του!»


banner


| |

Ακολουθήστε μας στα social media