Η Αγία και Μεγάλη Κυριακή του Πάσχα
ΑΠΟΣΤΟΛΟΣ (Πράξ. α΄, 1-8)
Τὸν μὲν πρῶτον λόγον ἐποιησάμην περὶ πάντων, ὦ Θεόφιλε, ὧν ἤρξατο ὁ Ἰησοῦς ποιεῖν τε καὶ διδάσκειν ἄχρι ἧς ἡμέρας ἐντειλάμενος τοῖς ἀποστόλοις διὰ Πνεύματος Ἁγίου οὓς ἐξελέξατο ἀνελήφθη· οἷς καὶ παρέστησεν ἑαυτὸν ζῶντα μετὰ τὸ παθεῖν αὐτὸν ἐν πολλοῖς τεκμηρίοις, δι' ἡμερῶν τεσσαράκοντα ὀπτανόμενος αὐτοῖς καὶ λέγων τὰ περὶ τῆς βασιλείας τοῦ Θεοῦ. Καὶ συναλιζόμενος παρήγγειλεν αὐτοῖς ἀπὸ Ἱεροσολύμων μὴ χωρίζεσθαι, ἀλλὰ περιμένειν τὴν ἐπαγγελίαν τοῦ πατρὸς ἣν ἠκούσατέ μου· ὅτι Ἰωάννης μὲν ἐβάπτισεν ὕδατι, ὑμεῖς δὲ βαπτισθήσεσθε ἐν Πνεύματι Ἁγίῳ οὐ μετὰ πολλὰς ταύτας ἡμέρας. Οἱ μὲν οὖν συνελθόντες ἐπηρώτων αὐτὸν λέγοντες· Κύριε, εἰ ἐν τῷ χρόνῳ τούτῳ ἀποκαθιστάνεις τὴν βασιλείαν τῷ Ἰσραήλ; Εἶπε δὲ πρὸς αὐτούς· Οὐχ ὑμῶν ἐστι γνῶναι χρόνους ἢ καιροὺς οὓς ὁ πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ, ἀλλὰ λήψεσθε δύναμιν ἐπελθόντος τοῦ Ἁγίου Πνεύματος ἐφ' ὑμᾶς, καὶ ἔσεσθέ μοι μάρτυρες ἔν τε Ἱερουσαλὴμ καὶ ἐν πάσῃ τῇ Ἰουδαίᾳ καὶ Σαμαρείᾳ καὶ ἕως ἐσχάτου τῆς γῆς.
Μετάφραση
Στό πρῶτο μου βιβλίο, Θεόφιλε, διηγήθηκα ὅλα ὅσα ὁ Ἰησοῦς ἔκανε καί δίδαξε, ἀπό τήν ἀρχή ὡς τήν ἡμέρα πού ἀναλήφθηκε, ἀφοῦ πρῶτα ἔδωσε ἐντολές, μέ τή δύναμη τοῦ Ἁγίου Πνεύματος, στούς ἀποστόλους πού εἶχε διαλέξει ὁ ἴδιος. Μετά τό θάνατό του παρουσιάστηκε σ΄ αὐτούς ζωντανός μέ πολλές ἀποδείξεις· γιά σαράντα μέρες τούς ἐμφανιζόταν καί τούς μιλοῦσε σχετικά μέ τή βασιλεία τοῦ Θεοῦ. Ἐνόσω ἦταν μαζί τους κι ἔτρωγε, τούς παρήγγελλε: «Μήν ἀπομακρυνθεῖτε ἀπό τά Ἱεροσόλυμα, ἀλλά περιμένετε ἀπό τόν Πατέρα τήν ἐκπλήρωση τῆς ὑποσχέσεως γιά τήν ὁποία σᾶς μίλησα· ὅτι, δηλαδή, ἐνῶ ὁ Ἰωάννης βάφτιζε μέ νερό, ἐσεῖς θά βαφτιστεῖτε σέ λίγες μέρες μέ τό Ἅγιο Πνεῦμα». Οἱ μαθητές, λοιπόν, συγκεντρώθηκαν μια μέρα καί τόν ρώτησαν: «Κύριε, ἔφτασε ἄραγε ἡ ὥρα νά ἀποκαταστήσεις τή βασιλεία στόν Ἰσραήλ;» Κι αὐτός τούς ἀπάντησε: «Ἐσεῖς δέν μπορεῖτε νά γνωρίζετε τόν ἀκριβῆ χρόνο· αὐτόν τόν κρατάει ὁ Πατέρας στήν ἀποκλειστική του ἐξουσία. Θά λάβετε ὅμως δύναμη ὅταν θα΄ ρθεῖ τό Ἅγιο Πνεῦμα σ΄ ἐσᾶς, καί θά γίνετε μάρτυρες δικοί μου, στήν Ἱερουσαλήμ, σέ ὅλη τήν Ἰουδαία καί στή Σαμάρεια καί ὡς τά πέρατα τῆς γῆς».
ΕΥΑΓΓΕΛΙΟ (Ἰωάν., α΄1-17)
Εν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. Πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. Ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. Καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. Οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. Ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. Εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. Ὂσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.
Μετάφραση
Απ΄ ὅλα πρίν ὑπῆρχε ὁ Λόγος καί ὁ Λόγος ἤτανε μέ τό Θεό, κι ἦταν Θεός ὁ Λόγος. Ἀπ΄ τήν ἀρχή ἦταν αὐτός μέ τό Θεό. Τά πάντα δι΄ αὐτοῦ δημιουργήθηκαν κι ἀπ΄ ὅσα ἔγιναν τίποτα χωρίς αὐτόν δέν ἔγινε. Αὐτός ἤτανε ἡ ζωή, καί ἦταν ἡ ζωή αὐτή τό φῶς γιά τούς ἀνθρώπους. Τό φῶς αὐτό ἔλαμψε μέσα στοῦ κόσμου τό σκοτάδι, μά τό σκοτάδι δέν τό δέχτηκε. Ὁ Θεός ἔστειλε ἕναν ἄνθρωπο πού τόν ἔλεγαν Ἰωάννη· αὐτός ἦρθε ὡς μάρτυρας γιά νά κηρύξει ποιός εἶναι τό φῶς, ὥστε μέ τά λόγια του νά πιστέψουν ὅλοι. Δέν ἦταν ὁ ἴδιος τό φῶς, ἦρθε ὅμως νά πεῖ ποιός εἶναι τό φῶς. Ὁ Λόγος ἦταν τό ἀληθινό τό φῶς, πού καθώς ἔρχεται στόν κόσμο φωτίζει κάθε ἄνθρωπο. Μέσα στόν κόσμο ἦταν, κι ὁ κόσμος δι΄ αὐτοῦ δημιουργήθηκε, μά δέν τόν ἀναγνώρισε ὁ κόσμος. Ἦρθε στόν τόπο τό δικό του, καί οἱ δικοί του δέν τόν δέχτηκαν. Σ΄ ὅσους ὅμως τόν δέχτηκαν καί πίστεψαν σ΄ αὐτόν, ἔδωσε τό δικαίωμα νά γίνουν παιδιά τοῦ Θεοῦ. Ἀπ΄ τό Θεό γεννήθηκαν αὐτοί καί ὄχι ἀπό γυναίκας αἷμα, οὔτε ἀπό ἐπιθυμία ἀνθρώπινη ἤ ἐπιθυμία ἄντρα. Ὁ Λόγος ἔγινε ἄνθρωπος κι ἔστησε τή σκηνή του ἀνάμεσά μας καί εἴδαμε τή θεϊκή του δόξα, τή δόξα πού ὁ μοναχογιός τήν ἔχει ἀπ΄ τόν Πατέρα, ἦρθε γεμάτος χάρη θεϊκή κι ἀλήθεια γιά μᾶς. Ὁ Ἰωάννης εἶπε ἐπίσημα τή γνώμη του γι΄ αὐτόν καί τή διακήρυξε λέγοντας: «Γι΄ αὐτόν ἦταν πού εἶπα, «ἐκεῖνος πού ἔρχεται ὕστερα ἀπό μένα εἶναι ἀνώτερός μου, γιατί ὑπῆρχε πρίν ἀπό μένα»». Ἀπ΄ τό δικό του πλοῦτο πήραμε ὅλοι ἐμεῖς τή μία δωρεά πάνω στήν ἄλλη. Ὁ νόμος δόθηκε διά τοῦ Μωυσέως, ἡ χάρη ἡ θεϊκή ὅμως καί ἡ ἀλήθεια ἦρθε σ΄ ἐμᾶς διά τοῦ Ἰησοῦ Χριστοῦ.